ΣΤΥΛΙΑΝΟΥ ΜΑΚΡΗ, Δρος Θ., Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
ΠΑΝΗΓΥΡΙΚΟΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Νάουσα, 2008-2010 (ΤΗΡΟΥΝΤΑΙ ΠΝΕΥΜΑΤΙΚΑ ΔΙΚΑΙΩΜΑΤΑ)
Ἀκολουθία προεόρτιος
ἐν τῇ τρίτῃ ἡμέρᾳ
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΘΕΟΥ ΣΟΦΙΑΝ
ΚΑΙ ΤΟΝ ΠΑΝΙΕΡΟΝ ΟΙΚΟΝ ΑΥΤΗΣ
(ἐκ τῆς σοφιολογικῆς γραμματείας τῆς Π. Δ.)
Ἐν τῷ μικρῷ Ἑσπερινῷ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια
Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἀρχὴ σοφίας ὁ φόβος τοῦ Κυρίου, σύνεσις δὲ εὔθετος ἡ τῶν ἁγίων βουλή, καὶ ἀγαθῆς διανοίας τε, ἐστὶ τὸ γνῶναι, νόμων[1] καὶ τούτῳ τῷ τρόπῳ πλεῖστά σοι, ἔτη προστεθήσεται[2] παρὰ τῆς Ἄνωθεν, Σοφίας ἔθνος ἀνάδελφον, ὡς γὰρ τοῦ βίου, μῆκος καὶ ἔτη ἐν δεξιᾷ Αὑτῆς[3], Ἣν ἐν καρδίᾳ σου ἀνάπαυσον[4], ἵνα μὴ τὸ κακὸν ἀπάντήσῃ σοι[5], ὡς ποτὲ ἐπελθόντων, κατὰ σοῦ τῶν πολεμίων σου.
Δεῦτε ὀπίσω ἐξέλθωμεν Σοφίας, Θείας ἐνεδρεύσαντες ἐν ταῖς εἰσόδοις Αὑτῆς[6], καὶ καταλύσωμεν σύνεγγυς, Αὑτῆς τοῦ οἴκου[7], ἵνα ὡς μήτηρ ἡμᾶς προσδέξηται[8], πάντας καὶ ψωμίζουσα ἄρτον συνέσεως, ἡμᾶς καὶ ὕδωρ ποτίζουσα[9], δικαιοσύνης, ἡμῖν ὡς τέκνοις δοθῇ[10] τοῖς κλίνουσι, γόνυ καρδίας νῦν καὶ σώματος, ἐν Αὑτῆς τῷ Ναῷ καὶ δοξάζουσιν, ὡς φιλάνθρωπον πνεῦμα[11], ἐν συντόνοις Ταύτην ᾄσμασιν.
Ὡς νοσσιαὶ τῆς σοφίας ἐν ἀνθρώποις, ὄντως αἱρετώτεραι χρυσίου[12] οὕτως δέ, ὡς νοσσιὰ Σοῦ τῆς Ἄνωθεν, Χριστὲ Σοφίας, ὅδε ὁ οἶκός Σου αἱρετώτερος, λίθων ἀτιμήτων[13] τε καὶ θησαυρῶν ἐστι, καὶ ἀνακτόρων καὶ οἴκων τε, τῶν μεγιστάνων, θρόνων καὶ σκήπτρων καὶ πλούτου[14] Κύριε, ὡς ἐν αὐτῷ γὰρ ἀπεικάζεται, οὐρανὸς ἐπὶ γῆς καὶ ἡ δόξα Σου, ἡ ὑπέρφατος Σῶτερ, καὶ τὸ θεῖον μεγαλεῖόν Σου.
Ἐπὶ καρδίαν σου θές Με ὡς σφραγῖδα, καὶ ἐπὶ βραχίονα[15] ἵνα φυλάξω σε, ἐν δόξῃ καὶ ὁδηγήσω σε, Ἐγὼ σωφρόνως, ἐν πράξεσίν σου[16] καὶ ἀνυψώσω σε, μέσῳ τῶν λαῶν τῆς γῆς καὶ εὐλογήσω σε, καὶ πρὸς Ἐμὲ ἁγιάσω σε[17] καὶ εὐφροσύνην, καὶ στέφανόν τε ἀγαλλιάματος, δωροτελέσω σοι καὶ ὄνομα, τὸ αἰώνιον[18] ἔθνος ἀνάδελφον· ἡ Πατρῴα Σοφία, τοῖς ῥωμαίοις ἐπηγγείλατο.
Δόξα. Ὅμοιον.
Τίς ἀντιστήσεται Σῶτερ κρίματί Σου; τίς δὲ ἐγκαλέσει Σοι Σοφία Ἄνωθεν, κατὰ ἐθνῶν ἃ ἐποίησας, ἀπολωλότων[19]; καὶ βασιλεὺς τοῦ ἀντοφθαλμήσαι Σοι, περὶ ὧν ἐκόλασας τίς δυνηθήσεται[20]; ἡ γὰρ ἰσχύς Σου ἀρχή ἐστι, δικαιοσύνης[21], καὶ τῆς εἰρήνης ἀρχὴ αἱ τρίβοι Σου[22], καὶ αἱ ὁδοί Σου ἃς ἐφύλασσεν, ἀγρυπνοῦν τὸ ἡμέτερον Κύριε, καὶ μακάριον ἔθνος, καθ’ ἡμέραν ἐπὶ θύραις Σου[23].
Καὶ νῦν. Ὅμοιον.
Πρὸ συντριβῆς Παναμώμητε ἡγεῖται, ὕβρις καὶ πρὸ πτώματος κακοφροσύνη[24] σαφῶς, ὁ Σολομὼν ἀπεφήνατο, ἐν Παροιμίαις· τοῦτο τὸ ῥῆμα ὡς ἀληθέστατον, ὄντως ὅτι Κύριος οἴκους κατέσπασεν, τῶν ὑβριστῶν καὶ ἐστήριξεν, ὅριον χήρας[25], Μῆτερ τοὐτέστιν ἀνάσσης πόλεως, διὰ πρεσβείας φιλοτέκνου σου, ἐξ ἧς ῥίζας ἐκείνων ἐξέτιλεν, ταπεινοὺς ἐμφυτεύσας[26], ὑμνητὰς πάλιν τῆς δόξης σου.
Ἀπόστιχα
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Χθὲς ἐμοὶ καὶ σοὶ σήμερον[27], συντριβὴ καὶ ἀπώλεια, ἔθνος πολεμίων καὶ γὰρ τὸ στόμα σου, ἄωρον πένθος ἐκάλυψεν[28], ὡς φαῦλα κατέσπειρας, καὶ ἐθέρισας κακά[29], καὶ ὀργὴ ἐξεκαύθη σοι[30], τοῦ Κυρίου μου, τοῦ ἐμὲ ῥυσαμένου ἐκ θλιβόντων[31], καὶ δοξάσαντός με πάλιν, Ῥώμην τὴν Νέαν καὶ ἄνασσαν.
Στ.: Ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται Σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται[32].
Οἱ Σοφίᾳ λατρεύοντες, τῷ Θεῷ λειτουργήσουσιν[33], οἱ δ’ Αὐτῆς κρατοῦντες κληρονομήσουσιν, δόξαν καὶ οὗ εἰσπορεύονται, Αὐτὴν εὐλογήσουσιν[34], καὶ κρινοῦσι τοὺς λαούς, οἱ Αὐτῆς ὑπακούοντες[35], καὶ ὀρθρίζοντες, πρὸς Αὐτὴν ἐμπλησθήσονται τῆς θείας, εὐφροσύνης[36] εἰς αἰῶνας, ὡς ὑπ’ Αὐτῆς ἀγαπώμενοι[37].
Στ.: Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι[38].
Τῆς Σοφίας εἰσάκουσον, τῆς Ἁγίας ἡ ἄνασσα, πόλις καὶ ὡς ῥόδον τὸ ἐπὶ ῥεύματος, ὑγροῦ φυόμενον βλάστησον[39], καὶ ἄνθος ὡς εὔοσμον, κρίνον ἄνθισον ἐν γῇ, καὶ ὡς λίβανος πίστεως, εὐωδίασον, τὴν ὀσμὴν ἣν διάδος[40] οἰκουμένῃ, καὶ μεγάλυνον Δεσπότην, ἐν ταῖς ᾠδαῖς τῶν χειλέων σου[41].
Δόξα. Ὅμοιον.
Σὺν Πατρὶ καὶ τῷ Πνεύματι, τὴν βουλὴν κατεσκεύασας, καὶ ἐπεκαλέσω γνῶσιν καὶ ἔννοιαν[42], Χριστὲ Σοφία Ὑπέρσοφε, διὸ ἱκετεύομεν, τὴν ἁγίαν Σου βουλήν, πᾶσιν ἔθνεσιν γνώρισον, καὶ ἐπέβαλε, ἐπ’ αὐτὰ Σοῦ τὸν φόβον[43] ὡς ἂν γνῶσιν, προσκυνῆσαι ἐν Μονάδι, Θεὸν Τριάδα ἀΐδιον.
Καὶ νῦν. Ὅμοιον.
Ὡς εἰσὶν οἱ πλουτίζοντες, ἑαυτοὺς μηδὲν ἔχοντες[44], ὥσπερ Παροιμίαι αἱ Σολομώντιοι, λέγουσιν οὕτως ἐπλούτησαν, οἱ ἅρπαγες πόλεως, τῆς σῆς Ἄχραντε θυμῷ, τοῦ Δεσπότου τῆς κτίσεως· Ἀλλὰ Δέσποινα, ὡς εἰσὶν καὶ οἱ πλούτῳ ταπεινοῦντες, ἑαυτοὺς οὕτω λαός σου, χάριν τὴν σὴν ἐθησαύρισεν[45].
Νῦν ἀπολύεις, τὸ Τρισάγιον,
τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
καὶ Ἀπόλυσις
Ἐν τῷ μεγάλῳ Ἑσπερινῷ
Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Ἰδιόμελα
Ἦχος δ΄.
Ὥσπερ ἡ σοφία ταπεινοῦ, ἀνυψοῖ τὴν κεφαλὴν αὑτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων, καθίζει αὐτόν, κατὰ τὸ ῥῆμα Σειράχ[46], οὕτως ἡ Σοφία τοῦ Θεοῦ, ἀνύψωσεν ἐσχάτως τὴν τὸ πρίν, ταπεινωθεῖσαν ἔνδοξον πόλιν, καθίσασα ὡς ἄνασσαν καὶ πάλιν αὐτήν, ἐν μέσῳ τῶν λαῶν τῆς οἰκουμένης. Ἀλλ’ ὡς δι’ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται[47], κατὰ τὸ ῥῆμα Σολομῶντος, οὕτως ἰσμαηλῖται, οἱ αὐτῇ εἰπόντες· Ἐτάσωμεν βασάνῳ αὐτήν[48], καὶ θανάτῳ ἀσχήμονι, καταδικάσωμεν αὐτήν[49]· οὕτω καθὰ ἐλογίσαντο, ἔσχον ἐπιτιμίαν[50], ὅτι οὐκ ἐννόησαν, καὶ οὐκ ἔθεσαν ἐπὶ διανοίᾳ[51], ὅτι χάρις ἐν τοῖς ἐκλεκτοῖς τοῦ Θεοῦ, καὶ μέγα ἔλεος[52].
Οἱ ὑπακούοντες τῆς τοῦ Θεοῦ, Σοφίας οὐκ αἰσχυνθήσονται, καὶ ἐν Αὐτῇ οἱ ἐργαζόμενοι, οὐχ ἁμαρτήσουσιν[53]· οἱ δὲ ἐσθίοντες Αὐτήν, ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντες Αὐτήν, ἔτι δηψήσουσιν[54]· τὸ γὰρ μνημόσυνον Αὑτῆς, ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία Αὑτῆς, ὑπὲρ τὸ κηρίον[55]. Δεῦτε οὖν πιστοί, τὴν τοῦ θείου φόβου, καὶ τῆς ὑπερφάτου γνώσεως, καὶ τῆς ὁσίας ἐλπίδος, καὶ τῆς καλῆς ἀγαπήσεως, τὴν μητέρα ἀγαπήσωμεν, ὅτι δίδοται Αὕτη, πᾶσι τοῖς τέκνοις Αὑτῆς[56], μεθ’ Ἧς ἔρχονται ὁμοῦ, πάντα τὰ ἀγαθά[57], καὶ τὸ μέγα ἔλεος.
Τί Σοι ὁμοιώσωμεν, Σοφία Ἀΐδιε τοῦ Θεοῦ Πατρός; χρυσόν; ἀλλ’ οὗτος ἅπας, ψάμμος ὀλίγη ἐν ὄψει Σου· ἄργυρον; ἀλλὰ καὶ αὐτός, ὡς πηλὸς ἐναντίον Σου λογισθήσεται[58]· λίθον ἀτίμητον; ἀλλ’ ἀνεκλιπὴς εἶ, θησαυρὸς ἀνθρώποις[59]· πλοῦτον; ἀλλ’ ἐν τῇ ἀριστερᾷ Σου αὐτός[60]· θρόνον; ἀλλὰ Σὺ βασιλεύεις εἰς τὸν αἰῶνα· ἥλιον; ἀλλ’ εὐπρεπεστέρα ὑπάρχεις αὐτοῦ· ἢ ἆρα τὸ φῶς αὑτοῦ; ἀλλ’ αὐτῷ συγκρινομένη, προτέρα εὑρίσκῃ[61]· Οὐδὲν οὖν ἡγούμεθα ἐν συγκρίσει Σου[62], ὅτι πάντων τῶν ἀγαθῶν ἡγῇ, ὡς γενέτις αὑτῶν[63].
Εἶπον οἱ ἀλλόφυλοι καὶ ἀσεβεῖς· Ἐνεδρεύσωμεν ἑλλήνων, τὸν δίκαιον λαόν, ὅτι δύσχρηστός ἐστιν ἡμῖν, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, ὀνειδίζων ἡμᾶς, ὡς παραβάτας τοῦ θείου νόμου, καὶ ἐπιφημίζει ἡμῖν, ἁμαρτήματα παιδείας ἡμῶν[64]· ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου, ἑαυτὸν ὀνομάζει[65]· Δεῦτε κρύψωμεν λοιπόν, αὐτὸν εἰς γῆν ἀδίκως[66], ἐξ ἧς ἄρωμεν τὴν μνήμην αὑτοῦ[67], ἵνα ᾖ ἡ ἰσχὺς ἡμῶν, νόμος δικαιοσύνης[68]· Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν, ὅτι ἀπετύφλωσεν αὐτούς[69], ἡ ἀλαζονεία αὑτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ[70], τοῦ δι’ ἀκαθαρσίαν ψυχῆς, συντρίψαντος αὐτούς[71], ἡμᾶς δὲ ῥυσαμένου, διὰ μέγα ἔλεος.
Πηγὴ σοφίας ὁ λόγος Σου Κύριε, καὶ αἱ πορεῖαι αὑτῆς, ἐντολαὶ αἰώνιοι[72], καὶ τὸ μεγάλως ἰσχύειν, πάρεστί Σοι πάντοτε[73], ὡς ἐκ μεγαλοσύνης ἰσχύος τὸ ὄνομά Σου[74], καὶ μεγάλη ἡ δυναστεία Σου[75]. Ἀλήθειαν μελετᾶ ὁ φάρυγξ Σου, ἐβδελυγμένα δέ, ἐναντίον Σου χείλη ψευδῆ[76], καὶ οὐδὲν στραγγαλιῶδες ἢ σκολιόν, ἐν ῥήμασι τοῦ στόματός Σου[77]. Διὰ Σοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην[78]· διὰ Σοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι κρατοῦσι γῆς[79]. Ἀλλ’ εἰ καὶ αὐτοὶ δοξασθήσωνται, οὐκ ἔστιν αὐτῶν τις μείζων, τοῦ φοβουμένου Σε[80], ᾧ καὶ παρέχεις εὐχερῶς, τὸ ἄφατόν Σου ἔλεος.
Ἤγειρας θυμόν, καὶ ἐξέχεας ὀργήν· ἐξῆρας ἀντίδικον καὶ ἐξέτριψας Χριστέ, τοὺς ἐχθροὺς ἡμῶν[81]· ἐδόξασας τὴν χεῖρά Σου, καὶ βραχίονά Σου δεξιόν, ἐνεκαίνισας σημεῖα, τῷ ἔθνει ἡμῶν καὶ ἠλλοίωσας θαυμάσια[82], τῇ πόλει τῆς Μητρός Σου. Εἰσάκουσον τοίνυν, δεήσεως ἱκετῶν Σου[83], ἐν τῷ ἁγίῳ τούτῳ Ναῷ Σου, ὑπὲρ τοῦ δοθῆναι, τῷ κόσμῳ Σου εἰρήνην, λαῷ Σου εὐφροσύνην, ἀλλοφύλοις ἀμνήστευσιν, τῆς αὑτῶν ἁμαρτίας, οἰκουμένῃ ἐπίγνωσιν, τῆς Σῆς ἀληθείας, τοῖς κεκοιμημένοις ἐν Σοὶ τὴν ἀνάπαυσιν, καὶ τοῖς ἀνυμνοῦσί Σε τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Ἡ ἐνυπόστατος Σοφία, τοῦ Ἐπουρανίου Πατρός, ᾠκοδόμησεν Ἑαυτῇ, τόνδε τὸν θεόδμητον οἶκον, εἰς πόλιν τὴν ἑπτάλοφον, ἑπτὰ ὑπερείσασα, στύλους[84] χαρίτων τοῦ Πνεύματος· ἔσφαξεν ἐσχάτως, τὰ Ἑαυτῆς θύματα· ἐκέρασεν εἰς κρατῆρα, οἶνον θεογνωσίας, καὶ ἡτοιμάσατο τὴν Ἑαυτῆς, ἁγίαν τῆς πίστεως τράπεζαν[85]· ἀπέστειλε πρὸς τὴν οἰκουμένην, ἔθνος ῥωμαίων ὀρθόδοξον, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ἐπὶ κρατῆρα λέγουσα[86]· ἐκκλίνατε πρός Με[87] οἱ λαοί, ἔλθετε φάγετε τῶν Ἐμῶν ἄρτων, βρῶσιν οὐκ ἀπολλυμένην, ἀλλ’ εἰς αἰῶνας μένουσαν, καὶ πίετε πόμμα καινόν, τῆς Ἐμῆς ἐπιγνώσεως, ὃ ἐκέρασα ὑμῖν[88]· ἀπολίπετε τὴν ἀφροσύνην τῆς ἀπιστίας, ζητήσατε φρόνησιν ἀληθῆ, καὶ κατορθώσατε ἐν γνώσει, τὴν τῶν ἁγίων σύνεσιν[89]· Ὅτι Ἐγὼ τοὺς Ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ Ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν[90], καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Ἐν τῷ Ναῷ τῷ θαυμασίῳ, τῆς Ἁγίας Θεοῦ Σοφίας, συναθροισθέντες Μῆτερ Παρθένε, σὲ ἀνυμνοῦμεν, σὲ δοξάζομεν, καὶ μνημονεύοντες, τῆς ὑπερμάχου στρατηγίας σου, εὐχαριστοῦμέν σοι αἰτούμενοι, τὴν πρὸς τὸν Κύριον πρεσβείαν σου, ὑπὲρ πάσης τῆς οἰκουμένης, καὶ τὴν συνεχῆ σου ἀντίληψιν, ὑπὲρ τοῦ ἔθνους ἡμῶν Πανάμωμε.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(κεφ. 8, 22-30)
Κύριος ἔκτισέ Με ἀρχὴν ὁδῶν Αὑτοῦ εἰς ἔργα Αὑτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ Με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ τὰ ὄρη ἐδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ Με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην Αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν Ἐαυτοῦ θρόνον ἐπ’ ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν Αὑτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ Αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾟ προσέχαιρεν, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ Αὑτοῦ ἐν παντὶ καιρῷ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(κεφ. 9, 1-11)
Ἡ Σοφία ᾠκοδόμησεν Ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά· ἔσφαξε τὰ Ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν Ἑαυτῆς οἶνον καὶ ἠτοιμάσατο τὴν Ἑαυτῆς τράπεζαν· ἀπέστειλε τοὺς Ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός Με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τῶν Ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν· ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε, καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται αὐτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε· δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας φόβος Κυρίου καὶ βουλὴ ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(κεφ. 4, 7, 16-5, 7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκον· ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ Κύριος· ὄψονται καὶ ἐξουθενήσουσιν, αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνη καὶ ἡ μνήμη αὑτῶν ἀπολεῖται. Ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὑτῶν δειλοὶ καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὑτῶν. Τότε στήσεται ἐν παῤῥησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὑτοῦ· ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν· Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες· τὸν βίον αὑτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὑτοῦ ἄτιμον. Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὑτοῦ ἐστιν; ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν· ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Ἀκούσατε βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς[91]· ἐνωτίσατε οἱ κρατοῦντες πλήθους[92], ὅτι ἐδόθη παρὰ Κυρίου, ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρ’ Αὐτοῦ[93]. Διὸ καὶ ὡς ὑπηρέται Αὑτοῦ, κρίνατε ὀρθῶς, φυλάξατε νόμον εὐαγγελικόν, πορεύθητε κατὰ τὴν βουλήν Αὑτοῦ[94], ἵνα μὴ φρικτῶς ἐπιστήσηται ὑμῖν, καὶ κρίσις ἀπότομος γένηται, ὑμῖν τοῖς ὑπερέχουσιν[95]· ὁ γὰρ ἐλάχιστος, σύγγνωστός ἐστι ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐξετασθήσονται[96]. Ὅτι οὐχ ὑποστελεῖται πρόσωπον[97], ὁ δικαιότατος κριτής, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Λαμπρὰ καὶ ἀμάραντος, ἡ τοῦ Θεοῦ Σοφία ἐστίν, καὶ θεωρεῖται εὐχερῶς, ὑπὸ τῶν ἀγαπώντων Αὐτήν, καὶ εὑρίσκεται ὑπὸ πάντων, τῶν ζητούντων Αὐτήν[98]· ἐμφανίζεται τοῖς μὴ πειράζουσιν Αὐτήν, καὶ τοῖς μὴ ἀπιστοῦσιν Αὐτῇ[99]. Διὸ καὶ οἱ λαοὶ τῆς οἰκουμένης, οἱ ἐπιθυμοῦντες Αὐτῆς, προσέλθετε πρὸς Αὐτὴν, καὶ ἀπὸ τῶν γεννημάτων Αὑτῆς, ἐμπλήσθητε[100] λέγοντες· Δόξα Σοι Χριστὲ ὁ Θεός, ἡ ἐνυπόστατος Σοφία τοῦ Πατρός, ὁ μερίζων τοῖς ἀγαπῶσί Σε ὕπαρξιν[101], κατὰ τὸ μέγα Σου ἔλεος.
Ἦχος γ΄.
Εἰσένεγκε τοὺς πόδας σου, ἡ βασιλεύουσα πόλις, εἰς τὰς πέδας τῆς Σοφίας τοῦ Ὑψίστου, καὶ εἰς τὸν κλοιὸν Αὑτῆς, τὸν τράχηλόν σου[102], καὶ ἔσονταί σοι αἱ πέδες, εἰς σκέπης ἰσχύος, καὶ ὁ κλοιὸς Αὑτῆς, εἰς στολὴν θείας δόξης[103]· ὑπόθες τὸν ὦμόν σου, καὶ βάσταξον Αὐτήν, καὶ τοῖς δεσμοῖς Αὑτῆς μὴ προσοχθίσῃς[104]· καὶ τότε ἡ δόσις παραμενεῖ σοι Αὑτῆς, καὶ ἡ εὐδοκία Αὑτῆς εἰς τὸν αἰῶνα, ἐν σοὶ εὐοδωθήσεται[105].
Ἦχος δ΄.
Μακαρία εἶ σύ, πόλι τῆς Θεοτόκου, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ ἄρχοντές σου πρὸς καιρόν, φάγονται ἐν δυνάμει, καὶ οὐκ αἰσχυνθήσονται[106]. Ἀπολόλυξον ἡ πρὶν ἀνυπονόητος, ὅτι ἐφόρεσας καὶ πάλιν διάδημα[107], ἀναλάμψασα ἐσχάτως, ἐν καιρῷ ἐπισκοπῆς σου[108], τοῦ κρῖναι ἔθνη, καὶ κρατῆσαι λαῶν[109], καὶ ὁμολογῆσαι Χριστόν, τὸν παρέχοντα κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Δόξαν ἐν ὄχλοις καὶ τιμήν, παρὰ τῇ πρεσβυτέρᾳ, ἔσχες ἡ Νέα[110] Ῥώμῃ, διὰ Σοφίαν Ὑψίστου, Ἣν προέκρινας[111], καὶ ὑπὲρ εὐμορφίαν ἠγάπησας[112]. Ἰδοὺ ἐν ὄψει δυναστῶν θαυμασθήσῃ[113], σιγῶσάν σε περιμενοῦσι, καὶ φθεγγομένῃ προσέξουσι, καὶ ἐπὶ πλεῖον λαλούσης σου, χεῖρα ἐπιθήσουσιν, ἐπὶ τὸ στόμα αὑτῶν[114]· ἕξεις δι’ Αὐτὴν ἀθανασίαν, καὶ μνήμην αἰώνιον, τοῖς μετὰ σὲ ἀπολείψεις[115]· διοικήσεις λαούς, καὶ ἔθνη ὑποταγήσεταί σοι[116]· Εἶδες γάρ, ὅτι ἐστὶ περισσεία Αὐτῇ, ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία, φωτὸς ὑπὲρ τὸ σκότος[117], καὶ ἐν χερσὶν Αὑτῆς, πλοῦτος ἀναρίθμητος[118] χάριτος, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πάρεδρον εὑρίσκειν Σε, πρὸ τῶν πυλῶν μου καὶ σύμβουλον[119], ἀγαθῶν καὶ παραίνεσιν, φροντίδων[120] Σοῦ δέομαι, Ἄνωθεν Σοφία, ἵνα διοικήσω, λαοὺς καὶ ἅπαντα ἐμοί, ὑποταχθῶσιν ἔθνη[121] καὶ τύραννοι, φρικτοί με ὡς ἀκούσαντες, τὴν βασιλίδα τῶν πόλεων, φοβηθῶσιν ἡ δοῦσά μοι, δυναστείαν καὶ κράτησιν[122].
Στ.: Ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται Σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται[123].
Κρεῖσσον μετὰ φόβου Σου, μικρὰ μερὶς Σοὶ ἀνέκραζεν, τὸ πιστόν Σου ὑπόλειμμα, ἐν πόλει τεκούσης Σε, ἢ μετ’ ἀφοβίας, θησαυροὶ μεγάλοι[124], ὅμως ἐκράτυνας Χριστέ, ἐσχάτως τοῦτο καὶ μέγα ηὔξησας, προνοίᾳ τῇ ἀφάτῳ Σου, ὅθεν οὐδὲν ἐχρησίμευσεν, ἑαυτοῖς πλῆθος Κύριε, ἀλλοφύλων πολύγονον[125].
Στ.: Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι[126].
Ὥσπερ ἐπουράνιον, χάριν βλαστάνουσα ἄμπελος, ἧς τὰ ἄνθη ὑπάρχουσιν, καρπὸς ὡραιότατος, δόξης τε καὶ πλούτου[127], ἐν δεδοξασμένῳ, λαῷ ἐῤῥίζωσας ἡμῶν, καὶ ἐν μερίδι κληρονομίας Σου[128], ἐν τῇ ἠγαπημένῃ Σου, πόλει[129] Σοφία ἀΐδιε, ἡ τὸν οἶνον ἀγάπης Σου, κεραννῦσα[130] τοῖς δούλοις Σου.
Δόξα. Ἦχος ὁ αὐτός.
Ὡς ἀστὴρ ἐωθινός, ἐν μέσῳ νεφελῶν, καὶ ὡς σελήνη πλήρης ἐν ἡμέραις[131], ὡς ἥλιος ἐκλάμπων, καὶ ὡς τόξον φωτίζον, ἐν νεφέλαις δόξης[132], ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου, καὶ ὡς σκεῦος χρυσίου, ὁλοσφύρητον κεκοσμημένον, παντὶ λίθῳ πολυτελεῖ[133], καὶ ὡς ἐλαία ἀναθάλλουσα καρπούς, ὡς κυπάρισσος ὑψουμένη[134], καὶ ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ[135], οὕτως Χριστὲ ὁ Θεός, ὁ Ναὸς τῆς δόξης Σου, ἐν ᾧ σήμερον συναθροισθείς, ὁ εὐσεβὴς λαός Σου, εὐγνωμόνως δοξάζει Σε, τὸν ἐλευθερώσαντα τὴν πόλιν ἡμῶν, ἐκ τῆς δουλείας τῶν ἀλλοφύλων, καὶ εὐεργετήσαντα τὸ γένος ἡμῶν.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Τὴν θύραν τοῦ ἐλέους σου, Θεοτόκε Πανύμνητε, ἔκρουον ἐν ἐλπίδι, γενεαὶ τῶν ἑλλήνων, ἣν ἐσχάτως ἤνοιξας, ῥυσαμένη τὴν πόλιν σου. Διὸ σοὶ εὐχαριστοῦντες, σὲ κατὰ χρέος μεγαλύνομεν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον
Ἦχος δ΄. Οἱ μάρτυρές Σου Κύριε.
Σοφία ἐνυπόστατε, Χριστὲ καὶ Λόγε Θεοῦ, τὴν πόλιν περιφρούρησον τῆς Σῆς Πανάγνου, Μητρὸς καὶ στερέωσον, Κύριε εἰς αἰῶνας, τὸν Ναὸν τῆς Σῆς δόξης, τὸν ἐπ’ ὀνόματί Σου, κεκλημένον καὶ ῥύου, τὸ ἔθνος τῶν ἑλλήνων, Χριστὲ ὁ Θεός, πάσης περιστάσεως.
Θεοτοκίον. Ὅμοιον.
Τὰ θεῖα μεγαλεῖά σου, ὡς μνημονεύων τῆς σῆς, προνοίας ὑπὲρ πόλεως τῆς βασιλίδος, ἑλλήνων τὸ δίκαιον, ἔθνος ἀνακηρύττει, καὶ προσάγει σοι γέρας, ἄξιον κατὰ χρέος, ἡ Χριστοῦ Ἐκκλησία, ᾯ πρέσβευε ἀπαύστως, Παρθένε Ἁγνή, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἐν τῷ Ὄρθρῳ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χαρίτων τῶν στέφανον, δέξαι τῇ σῇ κορυφῇ, κλοιόν τε τῶν χρύσεων, περὶ τραχήλῳ τῷ σῷ[136], ἡ πόλις ἡ ἄνασσα· πτόησιν δ’ ἐπελθοῦσαν, καὶ ὁρμὰς ἀλλοφύλου, ἔθνους ἐπερχομένας, μὴ φοβήθητι[137] ἔτι, ἐδόθη γάρ σοι παρὰ Θεοῦ, χάρις καὶ ἔλεος[138].
Δόξα. Ὅμοιον.
Τὸν πόδα σου φύλαξον, ἐν ᾧ ἐὰν πορευθῇς, εἰς τόνδε τὸν ἅγιον, οἶκον καὶ ἴσθι ἐγγύς, ἀκούειν[139] τὰ δόγματα, ἄνωθεν τῆς Σοφίας, τοῦ Πατρὸς ἃ ἐξῆλθεν, κόσμῳ εἰς σωτηρίαν, καὶ ἀπόσχου ὑδάτων, πηγῆς ἀλλοτρίας[140] ὁ λαός, ταύτης τῆς πόλεως.
Καὶ νῦν. Ὅμοιον.
Ὡραία ἡ ὄψις σου, καὶ ἡ φωνή σου Ἁγνή, ἡδεῖα[141] ὡς χείλη σου, κηρίον Νύμφη Θεοῦ, σαφῶς ἀποστάζουσιν· μέλι ὑπὸ τὴν γλῶσσαν, τὴν σεπτήν σου καὶ γάλα[142], καὶ οὐκ ἐστί σοι μῶμος[143], Θεοτόκε Παρθένε, ἡ Μήτηρ Σοφίας καὶ Θεοῦ, Λόγου Ἀμήτορος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐμαστίγωσας Χριστέ, ἐν μυριότητι ἐχθρούς, τοὺς ἡμῶν εἰ καὶ Αὐτός, ἡμᾶς ἐπαίδευσάς ποτε, ἵνα τὴν Σὴν ἀγαθότητα μεριμνήσωμεν[144]. Ὅμως Ἀγαθέ, τὸ δεσπόζειν Σε, κτίσεως ποιεῖ, πάντων φείδεσθαι[145], διὸ πταισμάτων Σῶτερ τοῦ λαοῦ Σου, ἀμνημονεύσας κατοίκτιρον, τὴν οἰκουμένην, διὰ πρεσβείας, τῆς ἀσπόρως τεκούσης Σε.
Δόξα. Ὅμοιον.
Τί θαυμάζεις Σολομών, ὅτι οἰκήτορες τῆς γῆς, τῆς πατρῴας οἱ χρηστοί, πάλιν ἐγένοντο σοφέ, καὶ ἐν αὐτῇ ὑπελείφθη λαὸς ὁ ἄκακος[146], ὅτε ἀπ’ αὐτῆς, ἐξεώσθησαν, ἅρπαγες δεινοί, καὶ παράνομοι[147]; Σὺ γὰρ αὐτὸς λαῷ τῷ τοῦ Κυρίου, εὐηγγελίσω τὰ ῥήματα, ταῦτα ἐμπνεύσει, τῆς προειδυίας, πάντα[148] Θείας Σοφίας.
Καὶ νῦν. Ὅμοιον.
Φῶς καὶ λύχνος καὶ ζωῆς, ὁδὸς καὶ ἔλεγχός εἰσιν, αἱ τοῦ νόμου ἐντολαί[149], τοῦ σοῦ Δεσπότου καὶ Υἱοῦ, ὧνπερ ἡ τήρησις τέκμαρ ἐστὶν ἀγάπης[150], Μῆτερ πρὸς Αὐτόν, Ἀειπάρθενε· Σὺ οὖν καὶ ἡμᾶς, καταξίωσον, τοῦ ἀγαπᾶν ἐν ὅλῃ τῇ δυνάμει, τὸν ἡμᾶς Κόρη ποιήσαντα[151], καὶ εὐλαβεῖσθαι, Αὐτὸν ἐν ὅλῃ, τῇ ψυχῇ[152] Θεοτόκε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ, ἢ μετὰ μάχης οἶκος πλήρης θυμάτων, Χριστὲ Σωτὴρ ἀδίκων καὶ πολλῶν ἀγαθῶν[153]· ὄθεν πάντες εὐφρανθήσονται, οἱ εἰρήνην βουλόμενοι[154], καὶ οὐκ ὠφελήσουσι, θησαυροὶ τοὺς ἀνόμους[155]. Ταῦτα σοφίας ἄναξ Σολομών, ἐν Παροιμίαις, σαφῶς διετύπωσεν.
Δόξα. Ὅμοιον.
Ὥσπερ ὑψοῦται ἀληθῶς ἡ καρδία, πρὸ συντριβῆς καὶ ταπεινοῦται πρὸ δόξης[156], οὕτω λαὸς ἀντίθεος ἰσμαηλιτῶν, ἀλλαζονοχαυλοφλύαρος, συνετρίβη δι’ ἔπαρσιν, πόλις δὲ ἡ ἄνασσα, ῥωμαίων ἐδοξάσθη, ὅτι αὐτὴν Χριστὸς ὁ ταπεινός, ἐν τῇ καρδίᾳ καὶ πρᾶος διέσωσεν.
Καὶ νῦν. Ὅμοιον.
Τῇ Ὑπερμάχῳ Στρατηγῷ τῶν ἑλλήνων, ἐν τῷ Ναῷ τῆς Παναγίας Σοφίας, τῷ θεοδμήτῳ τούτῳ τε καὶ πανευκλεεῖ, ἅπαντες εὐχαριστήσωμεν, διὰ ῥύσιον ἔλεος, ὅπερ ἐξεπόρισεν, ἐσχάτως Νέᾳ Ῥώμῃ, τῇ βασιλίδι πόλει μητρικῶς, προσδεομένη, Κυρίου ἑκάστοτε.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται Σοφία,
ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται[157].
Στίχος: Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι[158].
Εὐαγγέλιον: Πατέρων Α΄ Οἰκ. Συν. (Ἰω. 19, 1-13).
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν σῶν ἁγίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Εἶτα τὸ παρὸν ἰδιόμελον. Ἦχος πλ. δ΄.
Θεὲ τῶν πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα τῷ λόγῳ Σου[159], δός μοι τὴν τῶν Σῶν, θρόνων πάρεδρον Σοφίαν[160], τὴν εἰδυῖαν τὰ ἔργα Σου, καὶ ἐπισταμένην τί ἀρεστόν, ἐν ὀφθαλμοῖς Σου[161]· ἐξαπόστειλον Αὐτήν, ἐξ ἁγίων οὐρανῶν, καὶ ἀπὸ θρόνου δόξης Σου, πέμψον Αὐτήν, ἵνα συμπαροῦσά μοι κοπιάσῃ, καὶ γνῶ τί εὐάρεστον, ἐστὶ παρά Σοι[162]· καὶ ὁδηγήσῃ με, τὴν βασιλεύουσαν πόλιν, ἐν πράξεσι σωφρόνως, καὶ φυλάξῃ με ἐν δόξῃ Αὑτῆς[163]· καὶ γένηται προσδεκτὰ τὰ ἔργα μου, καὶ διακρινῶ δικαίως τὸν λαόν Σου, καὶ γενήσομαι ἀξία, θρόνου τοῦ καθιδρύσαντός μου[164]· καὶ ὀρθοτομοῦσα τὰς ὁδούς μου[165], κλίνῃ τὴν καρδίαν μου, οὗ ἐὰν θέλουσα νεύσῃ[166], ὡς ἂν προνοῶ καλὰ ἐνώπιόν Σου, καὶ ἐνώπιον τῶν ἐθνῶν[167], καὶ ᾖ τεταγμένη ἡ ἡγεμονία μου[168] ἐν πάσῃ τῇ γῇ.
Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστοιχίς:
«Ἡ Σοφία τοῦ Θεοῦ ἔσφαξε τὰ Ἑαυτῆς θύματα[169]».
Ἦχος δ΄. ᾨδὴ α΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Ἡ δόξης εἰλικρινὴς ἀπόῤῥοια τοῦ Παντοκράτορος, καὶ τῆς Θεοῦ δυνάμεως ἀτμίς[170], καὶ Πατρῴα Σοφία Χριστέ, ἐν τῇ ἀνάσσῃ πόλει Σου, τὴν ἐξουσίαν Σου στερέωσον[171].
Σοφία ἡ τοῦ Πατρὸς τὸν οἶκόν Σου, ἐπιθυμήματος, καὶ θησαυροῦ παντοίου δαψιλῶς, καὶ τὰ ἀποδοχεῖα αὑτοῦ, ἀπὸ τῶν γεννημάτων Σου[172], τοὐτέστιν χάριτός Σου ἔμπλησον.
Ὃν τρόπον ὄνος τῷ κέντρῳ πλήττεται, καὶ ἵππος μάστιγι, οὕτω λαὸν παράνομον Χριστέ, ἀλλοφύλων τυράννων Αὐτός, κολαστικῇ Σου ἔπληξας, ῥάβδῳ[173] οἰκτίρας πόλιν[174] ἄνασσαν.
Θεοτοκίον.
Φρονῆσαι περὶ Κυρίου Δέσποινα, ἐν ἀγαθότητι, καὶ υἱϊκῇ ἁπλότητι Σεμνή, τῆς καρδίας ζητῆσαι Αὐτόν[175], ἵνα εἰρήνην εὕρωμεν[176], ἡμᾶς ἀξίωσον Πανάμωμε.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ἰδέτωσαν οἱ λαοί, τὴν δυναστείαν Σου[177] Χριστὲ κράζοντες, μετὰ φωνῆς ᾄσματος· Οὐκ ἔστι Θεὸς πλήν Σου Κύριε[178].
Ἀκοίμητον τὸ ἐν Σοί, φέγγος[179] Σοφία τοῦ Ἀνάρχου Νοός· Σὺ γὰρ Αὑτοῦ εἴρηται, πέλεις ἀκηλίδωτον ἔσοπτρον[180].
Ταπείνωσον σεαυτήν, ὅσῳ μεγάλη εἶ[181] ὡς ἂν δαψιλῶς, εὕρῃς Χριστοῦ ἄφατον, χάριν ἡ τῶν πόλεων ἄνασσα.
Θεοτοκίον.
Οὐκ ἤθελον Ἀγαθή, ἡμῶν οἱ τύραννοι προσέχειν βουλαῖς[182], Χριστοῦ διὸ ἔκειντο, δέσμιοι τοῦ σκότους[183] Πανάμωμε.
Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν Σοφίαν καὶ Λόγον ἐκ τοῦ Πατρός, γεννηθέντα ἀῤῥεύστως καὶ ἐκ Μητρός, Παρθένου καὶ Πνεύματος σαρκωθέντα καὶ θάνατον, τῷ Ἑαυτοῦ θανάτῳ πατήσαντα Κύριον, καὶ ἀναστάντα οὕτως ἐκ τάφου τριήμερον, δεῦτε γηθοσύνως, ἀνυμνήσωμεν πάντες, καὶ πίστει προσπέσωμεν, τῷ ἡμᾶς ἀγαπήσαντι, καὶ Αὐτῷ ἐκβοήσωμεν· Δόξα Σοι Χριστὲ ὁ Θεός, ὁ πταισμάτων ἄφεσιν δωρούμενος, τοῖς σὺν Πατρὶ προσκυνοῦσι, Σὲ Σῶτερ καὶ Πνεύματι.
Δόξα. Ὅμοιον.
Ἡ Σοφία Ἀνάρχου Θεοῦ Πατρός, ἐκαυχήσατο λέγουσα τοῖς πιστοῖς[184]· Ἐγὼ ἀπὸ στόματος, τοῦ Πατρὸς ἐξελήλυθα, καὶ ὡς ὁμίχλη πᾶσαν τὴν γῆν κατεκάλυψα[185], καὶ οὐρανοῦ ὡς μόνη τὸν γῦρον ἐκύκλωσα, καὶ περιεπάτουν, ἐν ἀβύσσων τῷ βάθει[186], ἕως οὗ ἐζήτησα, ἐξ Ἐκείνου ἀνάπαυσιν[187], ἥν μοι δοὺς ἐνετείλατο· Δεῦρο κατασκήνωσον[188] νῦν, ἐν ἀνάσσῃ πόλει καὶ λειτούργησον, ἐν τῷ ἁγίῳ Ναῷ Σου, κἀκεῖθεν στηρίχθητι[189].
Καὶ νυν. Ὅμοιον.
Ὅστις θείων πραγμάτων καταφρονεῖ, ὑπ’ αὐτῶν ὡς ἐλέχθη Μῆτερ Ἁγνή, καταφρονηθήσεται, ὁ δὲ φόβῳ φοβούμενος, τὰς ἐντολὰς[190] Κυρίου Ὃν ἔσχες ἀγκάλαις σου, καὶ Τροφοδότου πάντων καὶ Κτίστου τῆς φύσεως, οὗτος ὑγιαίνει, Θεοτόκε Παρθένε. Διὸ ῥωννυμένη σε, ἀνυμνεῖ ἡ ἑπτάλοφος, βασιλεύουσα πόλις σου, ὅτι ἐν αὐτῇ τὸ πιστόν, μητρικῇ μερίμνῃ σου ὑπόλειμμα, καταφρονῆσαι Κυρίου, τὸν νόμον οὐκ εἴασας.
ᾨδὴ δ΄. Ἐπαρθέντα Σὲ ἰδοῦσα.
Ὑπὲρ πᾶσαν θέσιν ἄστρων καὶ τοῦ ἡλίου, εὐπρεπεστέρα εὗρόν Σε, τὴν Θεοῦ Σοφίαν[191], οἱ προκρίνοντές Σε φωτός[192], εἰκότως καὶ κράζοντες· Δόξα τῇ δυνάμει Σου Κύριε.
Θὲς τὰ τέκνα σου ἐν σκέπῃ Θεοῦ Σοφίας[193], καὶ κατὰ χεῖρας ταύτης δέ, πόλι τῆς Παρθένου, στῆσον τὴν σκηνήν σου[194] Χριστῷ, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ἐν εὐθέων εὐλογίᾳ ὑψώθη πόλις, καὶ ἀγαθοῖς κατώρθωσε, αὕτη τοῦ δικαίου[195], ἔθνους τῶν ῥωμαίων Χριστέ, εἰκότως Σοὶ κράζοντος· Δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Οὓς ἐσάλευσεν Δεσπότης ἐκ θεμελίων, πρηνεῖς ἀφώνους Ἄχραντε, ῥήξας[196] ἀλλοφύλους, θήρασον τοῦ γνῶναι Αὐτόν, Ἁγνὴ ἵνα ψάλλωσι· Δόξα τῇ δυνάμει Σου Κύριε.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ὑπάρχουσα φωτός, ἀϊδίου ἀπαύγασμα[197], καταύγασον τὸν λαόν Σου, ἡ Πατρῴα Σοφία, φωτὶ τῷ ἀνεσπέρῳ Σου.
Ἐξέστησαν ἡμῶν, οἱ πολέμιοι Κύριε, ἐπί γε τῷ παραδόξῳ, τῆς ἡμῶν σωτηρίας, καὶ φόβῳ ἐταράχθησαν[198].
Σοφίαν τοῦ Θεοῦ, ἐν ἐξόδοις ὑμνήσωμεν, πλατείαις τε καὶ ἐπ’ ἄκρων, τῶν τειχέων ἀνάσσης, τῆς πόλεως κηρύξωμεν[199].
Θεοτοκίον.
Φωνὴν ἐν γῇ ἡμῶν, τῆς τρυγόνος ἠκούσαμεν, ἐν ᾗ καὶ τὰ ἄνθη ὤφθη[200], ὡς χειμὼν γὰρ παρῆλθεν[201], δουλείας ἡμῶν Δέσποινα.
ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς.
Ἅγιον πολυμερὲς ἀμέριστον βέβαιον, λεπτὸν ὀξὺ σαφὲς Πνεῦμα, ἀσφαλὲς ἀπήμαντον ἐν Σοφίᾳ, τῇ Πατρῴα, μονογενές ἐστι καὶ φιλάγαθον[202].
Ξύλον εἶ τὸ τῆς ζωῆς τῷ ἀντεχομένῳ Σε, καὶ τῷ ἐπερειδομένῳ, ἐπὶ Σὲ Σοφία[203] Πατρὸς τῶν φώτων, τῷ λαῷ Σου, ἐν τῇ ἀνάσσῃ πόλει Σου Κύριε.
Ἔστω Σοῦ τὸ θαυμαστὸν καὶ ἅγιον ὄνομα, ἐν φερωνύμῳ Ναῷ Σου, ὦ Ἁγία Σοφία τοῦ εἰσακούειν, τοῦ λαοῦ Σου, τῆς προσευχῆς[204] Χριστὲ Ὑπεράγαθε.
Θεοτοκίον.
Τίσομαι ἐμὸν ἐχθρὸν[205] καθά με ἠδίκησεν, κἀκείνῳ χρήσομαι τρόπον, ὃν ἐχρήσατό μοι· μὴ εἴπης[206] πόλι, τῆς Παρθένου, ὡς δωρεάν σε αὕτη ἐῤῥύσατο.
Κοντάκιον
Ὴχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὁ Ναός Σου Κύριε, ἰδοὺ πεπλήρωται δόξης, τοῦτον γὰρ ἐλάμπρυνας, τῷ ἀπροσίτῳ φωτί Σου. Ἄρχοντες, μετὰ ποιμένων καὶ τοῦ λαοῦ Σου, ὕμνον Σοι, εὐχαριστίας προσενεγκόντες, τὴν ὑπέρμαχόν Σου χεῖρα, αἰνοῦσι[207] Σῶτερ, Χριστὲ Σοφία Πατρός.
Εἰς τὸ Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, τῇ τρίτῃ τῶν προεορτίων τῆς μεγάλης πανηγύρεως καὶ ἑορτῆς τοῦ εὐσεβοῦς τῶν ἑλλήνων, ἤτοι ὀρθοδόξων ῥωμαίων, γένους ἐπὶ τῇ ἀπελευθερώσει τῆς βασιλίδος τῶν πόλεων, Κωνσταντινουπόλεως καὶ Νέας Ῥώμης, ἐκ τῶν πολυχρονίων δεσμῶν καὶ αἰχμαλωσίας εἰς ἔθνος ἰσμαηλιτῶν, εὐγνωμόνως τῇ ἐνυποστάτῳ Ἁγίᾳ τοῦ Θεοῦ Πατρὸς Σοφίᾳ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ἐν τῷ παρικαλλεῖ Ναῷ Αὑτοῦ καὶ πάλιν δοξολογίαν καὶ εὐχαριστίαν προσάγομεν.
Ὁ δικαιώσας ἔθνος ἠδικημένον καὶ ἐλευθερώσας τὴν πόλιν τῆς Πανάγνου Μητρός Σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἀρχὴ τῆς τρίβου, τῆς ἀγαθῆς τὰ δίκαια τὸ ποιεῖν· ταῦτα γὰρ δεκτὰ δὲ μᾶλλον παρὰ Θεῷ, ἢ τὸ θύειν τὰς θυσίας σου[208], εὐλογημένη πόλι τῆς Ἁγνῆς, Παρθένου καὶ ἄνασσα.
Ἐπιθυμήσας, τὴν ἀληθῆ σοφίαν τὰς ἐντολάς, πάσας διατήρει ἵνα αὐτήν Χριστός, χορηγήσῃ σοι[209] καὶ κραύγαζε· εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης Σου Κύριε.
Αἱ ἔξοδοί Σου, Πατρὸς Σοφία ἔξοδοι τῆς ζωῆς, καὶ ἡμῶν τῷ ἔθνει θέλησις παρὰ Σοί, ἡτοιμάσθη[210] τῷ κραυγάζοντι· εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης Σου Κύριε.
Θεοτοκίον.
Ὑπὸ τοὺς κλάδους, τῆς Ἀγαθῆς Σοφίας τὸ εὐσεβές, Ἄχραντε ηὐλίσθη[211] ἔθνος ἑλληνικόν, καὶ κατέλυσεν ἐν δόξῃ Αὑτῆς[212], καὶ ἐσκεπάσθη ὅλως ὑπὸ Σοῦ, Ἁγνὴ ἀπὸ καύματος.
ᾨδὴ η΄. Χεῖρας έκπετάσας Δανιήλ.
Τίμα τὴν Σοφίαν τοῦ Θεοῦ, ἀπὸ δικαίων σου τῶν πόνων πάντοτε[213], ὡς ἂν ληνοί σου ἀναβλύζωσιν, θείῳ οἴνῳ καὶ ταμεῖα σου, πίμπληται σίτῳ πλησμονῆς[214], καὶ βασιλεύσῃς εἰς τὸν αἰῶνα[215], τῆς Θεοτόκου, ἡ πόλις καὶ ἄνασσα.
Ἦλθον οἱ πολέμιοι ἡμῶν, εἰς βάθος ἄμετρον κακῶν καὶ ὄνειδος, αὐτοῖς ἐπῆλθεν[216] καὶ ὄλεθρος[217], ὡς γὰρ λόγον οὐ προείλαντο[218], τοῦ Παντοκράτορος Χριστοῦ, ὅθεν οὖν ἔσχον ἐπιτιμίαν, οὗτοι ἐσχάτως, καθὰ ἐλογίσαντο[219].
Σκότος αἱ ὁδοὶ τῶν ἀσεβῶν, καὶ πῶς προσκόπτουσιν αὐτοὶ οὐκ οἴδασι[220], τῶν δὲ δικαίων ὡς εἴρηται, τῷ φωτὶ ὁμοίως λάμπουσι[221], δι’ ὧν καὶ φίλοι οἱ ἐχθροί, γίνονται[222] ὡς ἀνὰ μέσον τρίβων, τούτων Σοφία, Θεοῦ ἀνατρέφεται[223].
Θεοτοκίον.
Θαῦμα τὸ ἐν σοὶ ὅτι Πατρός, Ἀνάρχου ἔτεκες τὴν ἐνυπόστατον, Σοφίαν Ἄχραντε Δέσποινα, ἀπημάντως τὸν Συνάναρχον, Πατρὶ καὶ Πνεύματι Θεόν, Λόγον Χριστὸν Ἰησοῦν Παρθένος, μένουσα πάλιν, Ἁγνὴ Θεονύμφευτε.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Ὕψωσας παρὰ τοὺς πλησίον, αὑτοῦ[224] λαὸν τὸν κεκλημένον, ἐπ’ ὀνόματί Σου[225] οἰκτίρας Χριστέ, τὴν πόλιν τοῦ ἁγιάσματός Σου[226], τὴν ἄνασσαν καὶ βλάσφημον, ἔθνος τυράννων οὐκ ἀθῴωσας[227].
Μύστις τῆς Θεοῦ ἐπιστήμης, καὶ τῶν Αὑτοῦ ἔργων αἱρέτις[228], ἐθεολογήθη ἡ ἀειγενής[229], Σοφία Αὑτοῦ ἡ δυναμένη, τὰ πάντα καὶ καινίζουσα[230], πᾶσαν τὴν κτίσιν ὥσπερ γέγραπται.
Ἄρωμεν τὴν μνήμην ἑλλήνων, ἐκ γῆς καὶ ὥσπερ ᾄδης ζῶντας, τούτους καταπίωμεν[231] πολυτελῆ, τὴν κτῆσιν αὐτῶν καταλαβόντες[232]· ματαίως ταῦτα ἔλεγον, ἰσμαηλῖται ἐπαιρόμενοι.
Δόξα. Τριαδικόν.
Τὸν θεμελιώσαντα κόσμον, καὶ ἑτοιμάσαντα φρονήσει, οὐρανοὺς[233] Πατέρα Θεὸν σὺν Αὑτοῦ, τῷ Λόγῳ καὶ Πνεύματι τῷ Θείῳ, ὑμνοῦμεν καὶ δοξάζομεν, χρεωστικῶς καὶ μεγαλύνομεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἅπαν τῶν ἑλλήνων τὸ γένος, εὐχαριστίαν σοι προσάγον, ὁμοθυμαδὸν Θεοτόκε Ἁγνή, αἰνεῖ τὴν ὑπέρμαχόν σου χεῖρα[234]· ἐῤῥύσω γὰρ τὴν πόλιν σου, ταῖς πρὸς τὸν τόκον σου δεήσεσιν.
Η ΣΥΝΕΧΕΙΑ ΣΤΟ ΔΕΥΤΕΡΟ ΜΕΡΟΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου