Τετάρτη 13 Οκτωβρίου 2010

ΔΕΥΤΕΡΗ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΕΛΕΥΘΕΡΙΩΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΠΑΝΗΓΥΡΙΚΟΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ

ΣΤΥΛΙΑΝΟΥ ΜΑΚΡΗ, Δρος Θ., Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
Νάουσα, 2008-2010 (ΤΗΡΟΥΝΤΑΙ ΠΝΕΥΜΑΤΙΚΑ ΔΙΚΑΙΩΜΑΤΑ)

Ἀκολουθία προεόρτιος ἐν τῇ δευτέρᾳ ἡμέρᾳ
ΕΙΣ ΤΗΝ ΘΕΟΦΙΛΗ ΑΡΧΗΝ
ΚΑΙ ΒΑΣΙΛΕΙΑΝ ΤΗΣ ΝΕΑΣ ΡΩΜΗΣ
(ἐκ τῶν ἱστορικῶν βίβλων τῆς Π. Δ.)


Ἐν τῷ μικρῷ Ἑσπερινῷ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

Ἦχος γ΄. Μεγάλη τῶν μαρτύρων Σου.
νόρθωσον τὸν θρόνον Σου[1], Χριστὲ εἰς πόλιν Σου, τὴν ἄνασσαν πιστώσας, λαοῖς τὴν ἐξουσίαν Σου, ἵνα γνῶσιν ὅτι Κύριος ὑπάρχεις, Θεός τε καὶ Δεσπότης, μόνος φιλάνθρωπε, τῆς γῆς αἱ βασιλεῖαι[2].

χύρωμα καὶ πέτρα μου, καὶ ἀντιλήπτωρ μου, καὶ φύλαξ μου καὶ κέρας, τῆς σωτηρίας γέγονας[3], δυσανέκτου μὲ ῥυσάμενος δουλείας, Χριστὲ τὴν τῆς μητρός Σου, πόλιν τὴν ἄνασσαν, ἀφάτῳ Σου ἐλέει.

Εἰσάκουσον δεήσεως, λαοῦ καὶ ἄνακτος, ἐν τούτῳ τῷ ἁγίῳ, Ναῷ Σου[4] καὶ κραταίωσον, βασιλείαν τὸ πολίτευμα φυλάττων, Χριστὲ διὰ Σταυροῦ Σου, ἵνα τὸ κράτος Σου, δοξάζωμεν Οἰκτίρμον.

Εἰς Σὲ μόνον ἡμάρτομεν, καὶ ἠδικήσαμεν, ἐνώπιόν Σου πάντες, Χριστὲ καὶ ἠνομήσαμεν[5]· Σὺ δ’ ἀφεὶς τὰς ἁμαρτίας λαοῦ Σου, ἡμῶν τῶν ὀρθοδόξων, μόνε φιλάνθρωπε, ηὐλόγησας τὸ ἔθνος.

Δόξα. Ὅμοιον.
πέστειλας τὰ βέλη Σου, καὶ ἀντικείμενον, ἐσκόρπισας[6] τὸ ἔθνος, τῶν ὑποδουλωσάντων με, ἵνα Σῶτερ βασιλεύσω καὶ κόσμῳ, φωτὶ τῆς ἀληθείας, λάμψω καὶ γνώσεως, ἡ πόλις τῆς μητρός Σου. 

Καὶ νῦν. Ὅμοιον.
Θρηνοῦσαν καὶ στενάζουσαν, καὶ κλαιομένην με, καὶ ὀλοφυρομένην, ἐπαρηγόρεις Δέσποινα, τὴν σὴν πόλιν ὡς ἐώρας με ἐν χώρᾳ, βασάνων καθημένην, ἧς με ἀφήρπασας, δουλείας ῥυσαμένη.

Ἀπόστιχα

Ἦχος βαρύς. Οὐκέτι κωλυόμεθα.
Οὐκέτι ἐξαρθήσεται ἐν σοὶ ἀνήρ, βασιλεὺς ἡγούμενος[7] τοῦ λαοῦ σου, πόλι ἡ ἄνασσα.

Στ.: Ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς Αὑτοῦ[8].
Οὐκ ἦν Σοι συνεχόμενον σῶσαι ἡμῶν, ἐν πολλοῖς τὸ ἔθνος ἢ ἐν ὀλίγοις[9], Δέσποτα Κύριε.

Στ.: Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ Ἐμὲ καὶ διὰ Δαβὶδ τὸν δοῦλόν Μου[10].
Λαῷ Σου τὴν κατάπαυσιν ὁ δεδωκώς, κατὰ πάντα Σῶτερ εὐλογητός εἶ[11]· δόξα τῷ κράτει Σου.

Δόξα. Ὅμοιον.
Οὐ μάτην Σοὶ προσηύχοντο Σῶτερ πιστοί, ἵν’ Αὐτὸς πατάξῃς ἀορασίᾳ[12], ἔθνος παμμίαρον.

Καὶ νῦν. Ὅμοιον.
Παρθένε τῇ πρεσβείᾳ σου τῆς ἀπειλῆς, τῶν ἐχθρῶν καὶ βλάβης τῶν ἀλλοφύλων, ῥύου τὴν πόλιν σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον,
τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
καὶ Ἀπόλυσις


Ἐν τῷ μεγάλῳ Ἑσπερινῷ

Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Ἰδιόμελα

Ἦχος γ΄.
Δεῦτε ἔθνη ὀρθόδοξα, κλίνατε γόνυ ὑμῶν, τῷ Βασιλεῖ τῶν βασιλέων, Χριστῷ τῷ Θεῷ ἡμῶν· παρ’ Αὐτοῦ γὰρ πλοῦτος καὶ δόξα· Αὐτὸς πάντων ἄρχει, ὡς Ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρὶ Αὑτοῦ ἰσχὺς καὶ δυναστεία[13]· Αὐτὸς βασιλέας καθίστησιν, ἐπὶ τὸν λαὸν Αὑτοῦ, τοῦ δικάζειν[14] καὶ κρίνειν αὐτόν, ᾧ καὶ δίδωσι χάριν καὶ θεῖον ἔλεος.

δού σοι ἀπεδόθησαν αἱ πόλεις σου, ἔθνος φιλόχριστον, ἃς ἐλαβον οἱ ἀλλόφυλοι, παρὰ τῶν υἱῶν σου[15] ὅτι Κύριος, ἐταπείνωσεν αὐτούς[16], ἀναστήσας τὴν βασιλείαν σου, οὓς καὶ διέκοψεν, ἐν χειρὶ ὁμοδόξου λαοῦ, ὡς διακοπὴν τοῦ ὕδατος[17]. Ὅθεν εὐχαρίστως ἀνάκραζε· Δόξα Χριστὲ τῇ δυνάμει Σου.

Κύριε τῶν αἰώνων βασιλεῦ, ὁ ὑψῶν τὸ κέρας τοῦ χριστοῦ Σου, καὶ κρίνων ἄκρα τῆς γῆς, ὁ χαριζόμενος ἰσχύν, τοῖς βασιλεῦσιν ἡμῶν[18], ὁ τὰ σύμπαντα θέμενος, ἰδίᾳ ἐξουσίᾳ, τὸν κόσμον εἰρήνευσον, καὶ πράϋνον τὰ ἔθνη, ἐρείσας αὐτά, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν Σου, ἐν τῇ ἐγέρσει λαοῦ, ἀεὶ Σὲ εὐλογοῦντος.

γένετο Κύριος, ὁ Θεὸς ἡμῶν μεθ’ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· οὐχ ἡμᾶς ἐγκατέλειψεν, οὐδὲ πόλιν τὴν ἄνασσαν, ἀποστρέψας[19] εἰς χεῖρας λαοῦ, μὴ ἐγνωκότος Αὐτόν, εἴασεν ἀποφθίσασθαι, ἀλλὰ φυλάξας αὐτήν, εἰς κεφαλὴν τῶν ἐθνῶν[20], δεσμοὺς ἐσχάτως διέῤῥηξεν, πολυθρηνήτου δουλείας αὐτῆς, καὶ εἰς πλατυσμὸν αὐτὴν ἐξήγαγεν[21].

Μὴ καυχάσθωσαν δυνατοί, ἐν τῇ δυνάμει αὑτῶν[22], οὐδὲ βασιλεῖς, ἐν τῇ αὑτῶν ἐξουσίᾳ· μὴ καυχάσθωσαν στρατηγοί, ἐν τῇ ἰσχύϊ τῶν ὅπλων. Κύριος ἐστὶν ὁ ποιῶν ἀσθενεῖς, πάντας τοὺς ἀντιδίκους Αὑτοῦ[23], ὅτι Αὑτοῦ ἐστὶν ὁ πόλεμος[24], Αὑτοῦ τὸ κράτος ἡ δόξα, καὶ ἡ βασιλεία, εἰς πάντας τοὺς αἰῶνας.

στωσαν νῦν Κύριε ἀνεῳγμένοι, οἱ ὀφθαλμοί Σου καὶ τὰ ὦτά Σου ἐπήκοα, ἐπὶ τὴν δέησιν τοῦ τόπου αὐτοῦ[25]· ἐπάκουσον τοῦ δεομένου λαοῦ, συναθροισθέντος ἐνθάδε, σὺν τοῖς ποιμέσιν καὶ τοῖς ἄρχουσιν αὑτοῦ· φύλαττε ἡμῶν τὸ πολίτευμα, εὐλόγει τὴν κληρονομίαν Σου, σῷζε οὓς ἐκέλευσας ἄρχειν, ὁ ἐπισκιάσας ἡμᾶς ἐν ἡμέρᾳ πολέμου, καὶ χορηγήσας τῷ ἔθνει ἡμῶν, οὐρανόθεν νίκην Φιλάνθρωπε.

Δόξα. Ἦχος πλ. δ΄.
τε Κωνσταντῖνος ὁ μέγας βασιλεύς, καὶ πρῶτος αὐτοκράτωρ, χάρακι θεοκινήτῳ προσώριζεν, τὴν ἐπ’ ὀνόματι αὑτοῦ, κληθεῖσαν πόλιν, τότε ὄχλος πολύς, εἴπετο βάδην, τῷ ὀχουμένῳ ἄνακτι· ὅτε δ’ ὁ οἶκος ἅπας τῶν ἑλλήνων, ἐπέβλεψεν ὀπίσω Σου Κύριε[26], τότε ηὐδόκησας ἀναστῆσαι, λαὸν εὐσεβῆ, εἰς ἀνοίκισιν αὐτῆς. Τοῦ μὲν πάλαι ποτε, τείχεσιν περιθέντος τὴν βασιλεύουσαν, αἱ ὀρδαὶ τῶν βαρβάρων ἀνεχαιτίζοντο, τοῦ δὲ νῦν μετὰ φωνῆς, χείλεσιν περιπλέκοντος τὰ Σὰ ἐγκώμια, ἡ πληθὺς τῶν θαυμάτων Σου κηρύττεται, καὶ δοξάζεται Χριστέ, ἡ ὑπεράρχιος βασιλεία Σου.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Διὰ τὴν σιγῶσαν πολιτείαν σου, Ἀνύμφευτε Παρθένε, ὁ τοῦ Πατρὸς Λόγος, ἐνῴκησεν εἰς μήτραν σου, τὴν ὥσπερ θρόνον, καὶ ἁγιωτέραν πάσης κτίσεως. Διὰ τὴν ἀσίγητον μεσιτείαν σου, Πάναγνε Θεοτόκε, ὁ βασιλεὺς τῆς δόξης, ἀνῴκισεν τὴν πόλιν σου, τὴν ὥσπερ ἄστρον, καὶ ἀγλαοτάτην ἐν πάσῃ τῇ οἰκουμένῃ. Ὅθεν σοὶ προσπίπτοντες βοῶμεν· Χαῖρε Ὑπέρμαχε Στρατηγέ, ἡ φοβερὰ προστασία, καὶ θεία σκέπη τοῦ ἔθνους ἡμῶν.


Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα

Βασιλειῶν Γ΄ τὸ Ἀνάγνωσμα.
(κεφ. 8, 22-23α· 27β-30)
Καὶ ἀνέστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ἰσραὴλ καὶ διεπέτασε τὰς χεῖρας αὑτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὡς Σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί Σοι, πλὴν καὶ ὁ οἶκός οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί Σου; καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός Σου προσεύχεται ἐνώπιόν Σου πρός Σε σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς Σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· Ἔσται τὸ ὄνομά Μου ἐκεῖ· τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός Σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου Σου καὶ τοῦ λαοῦ Σου Ἰσραήλ, ἃ ἃν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ Σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς Σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.

(τὰ κάτωθι αὐθαίρετα· εἰδάλλως τὰ ἐκ τοῦ ἐκλογαδίου:
Ἰεζεκιὴλ κεφ. 36, 24-28, Ἠσαΐας κεφ. 61, 10β-62, 5 )

Βασιλειῶν Α΄ τὸ Ἀνάγνωσμα.
(κεφ. 2, 1-10)
στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ Σου· ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, οὐκ ἔστιν ἅγιος πλήν Σου. Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεός γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα Αὑτοῦ. Τόξον δυναστῶν ἠσθένησε καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ· ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς· διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ. Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον Αὑτοῦ, Κύριος ἅγιος· μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὑτοῦ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὑτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὑτοῦ καὶ μὴ καυχάσθω ὁ καυχώμενος συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, Αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ Αὑτοῦ. 
Βασιλειῶν Δ΄ τὸ Ἀνάγνωσμα.
(κεφ. 19, 20-22, 28, 30-31α, 34)
Καὶ ἀπέστειλεν Ἠσαΐας, υἱὸς Ἀμώς, πρὸς Ἐζεκίαν λέγων· Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν δυνάμεων, Θεὸς Ἰσραήλ· Ἃ προσηύξω πρός Με περὶ Σενναχηρίμ, βασιλέως Ἀσσυρίων, ἤκουσα. Οὗτος ὁ λόγος, ὃν ἐλάλησε Κύριος ἐπ’ αὐτόν· Ἐξουδένωσέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν αὑτῆς ἐκίνησε θυγάτηρ Ἰερουσαλήμ. Τίνα ὠνείδισας καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνήν; καὶ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ; διὰ τὸ ὀργισθῆναί σε ἐπ’ Ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί Μου καὶ θήσω τὰ ἄγκιστρά Μου ἐν τοῖς μυκτῆρσί σου καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ. Καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω, ὅτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρος Σιών· καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ Ἐμὲ καὶ διὰ Δαβὶδ τὸν δοῦλόν Μου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α΄.
Χαῖρε Κωνσταντινούπολι, ἡ ἁγία καὶ ἑπτάλοφος, ἡ λυχνία ἡ ἑπτάφωτος, τὸ ἀμώραντον ἅλας τῆς γῆς, τὸ ἀμάραντον ἄνθος Ἀνατολῆς, τὸ ἔαρ τοῦ θείου πόθου, ἡ ὄαρ τοῦ θείου φόβου, ἡ ἀσπὶς δογμάτων τῆς Ἐκκλησίας, ἡ ἁψὶς θριάμβου ὀρθοδοξίας, ἡ χελιδὼν ἡ τῆς ἐλπίδος, ἡ Νέα Σιὼν τῆς Ἑλλάδος, ἡ βασιλὶς τῶν πόλεων ἐπικαλουμένη, καὶ κορωνὶς ἐν πάσῃ τῇ οἰκουμένῃ.

Ἦχος β΄.
δωκας δακτύλιον, εἰς τὴν χεῖρά μου τὴν ἐξουσίαν, καὶ σκῆπτρον τὴν δικαιοσύνην, ἔθηκας ἐπὶ τὴν κεφαλήν μου, διάδημα τὴν θεοσέβειαν, ἠμφίεσάς με πορφύραν, τὴν ὁσιότητα, ἐκάθισάς με ἐν θρόνῳ, δόξης καὶ χάριτος, ὡς ἂν βασιλεύσω ἡ πόλις, τῆς Ἀχράντου Μητρός Σου Χριστέ, ἐν πάσῃ τῇ οἰκουμένῃ, καὶ ὁδοποιήσω τοῖς ἔθνεσιν τὴν σωτηρίαν, ἐν τῇ ἐπιγνώσει Σοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
ν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν δικαιοσύνην, καὶ κρίμα ἐν μέσῳ τῆς γῆς[27]. Διὸ ἡ ἄνασσα πόλις, μὴ γένοιτό σοι ἡ καύχησις, διὰ τὸ πλῆθος τῶν οἰκητόρων σου, ἢ διὰ τὸν πλοῦτον τῶν θησαυρῶν σου, ἢ διὰ τὸ μέγεθος τῆς ἡγεμονίας σου· μὴ ἕνεκα τούτων ἀπαιτήσῃ τὰ πρεσβεῖά σου, παρέρχονται γὰρ ὡς καὶ αὐτὴ οἶδας· μᾶλλον δὲ ζήλωσον, τὰ χαρίσματα τὰ κρείττονα, ἵνα πρωτεύσῃς πάλιν, καὶ ἀριστεύσῃς κατὰ Θεόν, τὸν παρέχοντα κόσμῳ, τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Χόρευε ἔθνος τὸ ἑλληνικόν, ἀνέστη γὰρ ὁ δίκαιος βασιλεύς· οὐδεὶς ἀποθανεῖται ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι ἐποίησε Κύριος, σωτηρίαν ἐν μέσῳ σου[28], γενόμενος ἐπιστήριγμά σου[29]. Καθάρευε λοιπὸν καὶ ἁγνίζου, ἵνα μὴ προσθῇ υἱός σου ἀδικίας, τοῦ ταπεινῶσαί σε καθὼς ἀπ’ ἀρχῆς[30].

Δόξα. Ἦχος πλ α΄.
Κύριε, ὅτε τὸ ἔθνος ἡμῶν οὐκ ἤκουσεν τῆς φωνῆς Σου, καὶ ἤρισεν τῷ στόματί Σου, τότε ἡ χείρ Σου ἐγένετο ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὸν βασιλέα ἡμῶν[31]. Ὅτε τὰς ἐντολάς Σου οὐκ ἐφυλάξαμεν, τότε ἐσάλευσας ἡμᾶς, καὶ ἔδωκας ἐν χειρὶ διαρπαζόντων ἡμᾶς[32]. Ἐπράθημεν διὰ τὸ παροργίσαι Σε, καὶ διὰ τὸ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Σου[33], καὶ ἐγενόμεθα εἰς ἀφανισμόν, καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς[34]. Ἀλλ’ ὅτε ἐπῄρθησαν οἱ ὀφθαλμοὶ ἡμῶν ἐπὶ Σοί[35], τότε ἐποίησας τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς Σου[36], ὅτι Σὺ εἶ ὁ Θεὸς τῶν οἰκτιρμῶν καὶ τοῦ ἐλέους, τὰς ἁμαρτίας τοῦ λαοῦ Σου ἀφιείς, καὶ σῴζων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.


Ἀπόστιχα

Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Συνάψας με φιλτάτῃ μητρί, Ἑλλάδι τὴν πρωτόθρονον, θυγατέρα ὡς πρωτεύουσαν αὑτῆς, κατέστησέ με πάλιν, Χριστὸς τῶν βασιλέων, ὁ Βασιλεὺς καὶ πάντων Κύριος.

Στ.: Ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς Αὑτοῦ[37].
πήξας μου ἐν σπλάχνοις Σταυρόν, ὡς ἄσειστον θεμέλιον, φιλοχρίστου βασιλείας μου ἐν γῇ, προείκαζεν ἐξ ᾌδου, αὑτοῦ τὴν βασιλίδα, πόλιν δουλείας ἀναστῆναί με.

Στ.: Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ Ἐμὲ καὶ διὰ Δαβὶδ τὸν δοῦλόν Μου[38].
Τὸν οἶκον ἐβεβήλουν Θεοῦ, Σοφίας οἱ ἀλλόφυλοι, ἐπιφέροντες κακὰ ἑαυτοῖς, ὡς παρ’ Αὐτῆς δικαίως, τὴν ἀντοφειληθεῖσαν, αὐτοῖς ὀργὴν θείαν πραξάμενοι.

Δόξα. Ἦχος βαρύς.
κούσατε ἱερεῖς οἱ τοῦ Θεοῦ· ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον τὸν τοῦ Κυρίου, καὶ ἐκβάλετε, τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων[39]· ἀπεστρόφασιν, οἱ ἀλλόφυλοι γάρ, τὴν κιβωτὸν τῆς ὀρθοδοξίας· κατάβητε, καὶ αὐτὴν πρὸς ἑαυτούς, ἀναγάγετε[40] καὶ ἐκβοήσατε τῷ Κυρίῳ· Δόξα Σοι Χριστὲ ὁ Θεός, ὁ τοῦ λαοῦ Σου παιδευτής, καὶ τῆς ἀρχῆς θεμέλιον, ἀνάκτων εὐσεβεστάτων, ὁ δωρούμενος αὐτοῖς, νίκας κατὰ βαρβάρων, καὶ τοῦ ἔθνους ἔρεισμα, τῶν ἑλλήνων καὶ κραταίωμα.


Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Θεοτόκε Παντάνασσα, ἡ Κυρία καὶ Πλατυτέρα, τῶν οὐρανῶν καὶ Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης, περιφρούρει τοὺς ἄρχοντας, καὶ λαὸν τὸν εὐσεβῆ, ὡς θεία σκέπη, καὶ προστασία τοῦ γένους ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον

Ἦχος α΄.
Σῶσον Κύριε τὸν λαόν Σου, καὶ εὐλόγησον, τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσιν, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ Σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ Σου πολίτευμα.


Ἐν τῷ Ὄρθρῳ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Τὴν αὐτόπιστον, ἤνπερ διέθου, διαθήκην Σου, Δέσποτα Σῶτερ, μεθ’ ἡμῶν Χριστὲ οὐκ ἐπελαθόμεθα, διὸ ἡμᾶς ἐξ ἐχθρῶν ἐν ἐλέει Σου, Αὐτὸς ἐξείλου ὡς μόνος δυνάμενος, σῴζειν πάντοτε Θεὸν τοὺς ὁμολογοῦντάς Σε, καὶ φόβῳ φοβουμένους Σε κρείττονι[41].

Δόξα. Ὅμοιον.
Εἰς τὸν οἶκόν Σου, ὃν ἐξελέξω, καὶ ἡγίακας, ἐκεῖ τοῦ εἶναι, τὸ πανάγιόν Σου ὄνομα Κύριε, ἕως αἰῶνος Χριστὲ ὡς ὑπέσχησαι, οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία Σου ἔσονται[42]· ἐπικέκληται γὰρ οὗτος ὑπερκοσμίῳ Σου, Σοφίας τῆς Πατρῴας ὀνόματι.

Καὶ νῦν. Ὅμοιον.
Χαίροις Ἄνασσα, παντὸς Κυρία, μητροπάρθενον, κλέος καὶ σέβας· χαίροις θρόνε Παντοκράτορος πύρινε, καὶ Βασιλέως τῆς δόξης παλάτιον, καὶ ὀρθοδόξων ῥωμαίων κραταίωμα· χαίροις Πάναγνε ἀπόρθητον φυλακτήριον, Σεμνὴ τῆς βασιλίδος τῶν πόλεων.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Οὐκ ἀπεώσατο, ἡμᾶς ὁ Κύριος, διὰ τὸ ὄνομα, Αὑτοῦ τὸ ἅγιον, ὅτι ἡμᾶς ἐπιεικῶς, πρεσβείαις τῆς Ὑπερμάχου, Στρατηγοῦ σαφέστατα, εἰς λαὸν προσελάβετο[43], ἅγιον δοξάζοντα, καθ’ ἑκάστην τὴν ἄφατον, Αὑτοῦ οἰκονομίαν δι’ ὧνπερ, οὗτος, ἀπήλαυσεν χαρίτων.

Δόξα. Ὅμοιον.
Τίνα ὠνείδισας, καὶ ἐβλασφήμησας, καὶ ἐπὶ τίνα δέ, φωνὴν σου ὕψωσας, ἄραν εἰς ὕψος ὀφθαλμούς[44], τὸ ἔθνος τῶν ἀλλοφύλων; Ἆρα εἰς ἐγκόσμιον, βασιλέα ἢ ἄρχοντα; οὔ γε ἀλλ’ εἰς ἅγιον, Ἰσραὴλ τὸν Θεὸν ἡμῶν· διὸ καὶ τὴν ματαίαν καθεῖλεν[45], Οὗτος, ἰσχύν σου καὶ τὸ στρῆνος.

Καὶ νῦν. Ὅμοιον.
Τοῖς καταλύσασι, τὴν βασιλείαν μου, αὐτὴ ἀπέδωκας, τὰ ἴσα Δέσποινα, ὡς τὸ γαυρίαμα αὑτῶν, Παρθένε ἀνελομένη. Ὅμως πάλιν Ἄχραντε, μὴ ἐάσῃς ἁλῶναί με, δέομαι ἡ πόλις σου, Στρατηγέ μου Ὑπέρμαχε, ὡς ἂν ἐν παῤῥησίᾳ βοῷ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
ξ ἀδίκου σώσεις με, καὶ ἀντιλήπτωρ μου ἔσῃ[46], ὡς ἐν βίβλῳ Κύριε, Βασιλειῶν τῇ δευτέρᾳ, γέγραπται, καὶ σωτηρίας καταφυγή μου, οὕτως δέ, ἐξ ἀλλοφύλων πολεμοφθόρων, εὐαδίκητον ἐῤῥύσω, ἔθνος ἑλλήνων, τῶν ὀρθοδόξων Χριστέ.

Δόξα. Ὅμοιον.
ν τῇ ταπεινώσει μου, εἶπον ἡ ἄνασσα πόλις, ἴδοι ὁ οἰκτίρων με, καὶ ἐπιστρέψει μοι πάλιν, Κύριος, τὰ ἀγαθά μου ἀντί κατάρας[47]· Οὗτός δε, ἀπέδωκέν μοι εἰς σωτηρίαν, πάντα ὅσα προσηυξάμην, Αὐτῷ τῷ μόνῳ, πολυευσπλάχνῳ Θεῷ.

Καὶ νῦν. Ὅμοιον.
ρθοδόξων στήριξον, τὴν εὐσεβῆ πολιτείαν, σῴζε οὓς ἐκέλευσας, ἐν οἰκουμένῃ ἀνάσσειν, ἄνωθεν, ὡς χορηγοῦσα αὐτοῖς τὴν νίκην, Ἄχραντε καὶ ἀδιάρπαστον διατήρει, τὴν σὴν πόλιν Θεοτόκε, σὺ γὰρ ὑπάρχεις, αὑτῆς Ὑπέρμαχος.

Τὸ α΄ ἀντίφωνον τοῦ γ΄ ἤχου καὶ τὸ Προκείμενον·
νδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν
ἐν ὀφθαλμοῖς Αὑτοῦ.
Στίχος: περασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ Ἐμὲ
καὶ διὰ Δαβὶδ τὸν δοῦλόν Μου.
Εὐαγγέλιον: Τρίτη ΣΤ΄ ἑβδ. Ἰωάννου (Ἰω. 12, 19-36)
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν σῶν ἁγίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ παρὸν ἰδιόμελον. Ἦχος πλ. δ΄. 
δετε λαοὶ τὰ θαύματα Κυρίου· λαὸν ὀλιγοτόκον ηὔξησε μέγαν, ἐῤῥύσατο ἐκ μάχης ἔθνος ἀνάδελφον, καθεῖλε τυράννους μεγαλαύχους, διεῖλεν αὐτοὺς καὶ ἀνύψωσεν δούλην εἰς θρόνον, τὴν πόλιν τῆς Μητρὸς Αὑτοῦ· τὸ ἐν αὐτῇ ὑπόλειμμα ἐφύλαξεν, ἀνέστησε βασιλέα τοῖς ῥωμαίοις, καὶ προδιέθηκεν εἰρήνην τῇ οἰκουμένῃ.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστοιχίς:
«Ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου[48]. Σ(τυλιανοῦ)».

Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
ναστήσας τὸν θρόνον τῆς βασιλείας[49], τοῦ ἔθνους ἡμῶν εἰς κληρονομίαν, Σεαυτῷ Κύριε ἡμᾶς ἐκ πάντων τῆς γῆς, τῶν λαῶν διέστειλας[50] ἵνα Χριστὲ οἰκουμένην, φωτίσῃς τοῖς δόγμασι, τῆς ἀληθείας Σου.

Νικητήριον ᾆσμα Σῶτερ Σοὶ πρέπει· Αὐτὸς γὰρ μὲ ἐξ ἐχθρῶν μου ἰσχύος[51], κατὰ τὴν ἄφατον οἰκονομίαν τὴν Σήν, πόλιν περιούσιον τὴν τῆς Μητρός Σου ἐῤῥύσω, δεσμὸν τῆς δουλείας μου, ῥήξας Φιλάνθρωπε.

Αὐτοκράτειαν Λόγε καὶ ἐξουσίαν, ὡς ἔχων ἐν οὐρανῷ Παντοκράτορ, κἀπὶ γῆς δέδωκας πολυπαθεῖ Σου λαῷ, πόλιν βασιλεύουσαν ἑαλωκυῖαν τὸ πάλαι, Χριστὲ τῇ προνοίᾳ Σου, ὅτι δεδόξασαι.

Θεοτοκίον.
Σωτηρίαν εἰργάσω κόσμου Παρθένε, τεκοῦσα τὸν Βασιλέα τῆς δόξης, Ἰησοῦν Κύριον καὶ τῆς ζωῆς ἀρχηγόν, Ὃν ὑπὲρ τῆς πόλεως τῆς βασιλίδος μὴ παύσῃ, Παντάνασσα Δέσποινα καθικετεύουσα.

 ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα.
Τοὺς κεχρισμένους ἐλαίῳ καὶ οἰκτιρμοῖς, οὓς ἄρξαι ηὐδόκησας, τοῦ λαοῦ Σου ἀνάπαυσον, βασιλεῖς καὶ ἄνακτας, ἐν εὐσεβείᾳ Χριστὲ τελειωθέντας.

νεῳγμένοι ἡμέρας τε καὶ νυκτός, εἰς οἶκόν Σου ἔστωσαν[52], τὸν ἐνθάδε οἱ ἄθολοι, ὀφθαλμοί Σου Δέσποτα, καὶ εἰς τὴν πόλιν Χριστὲ τὴν τῆς Μητρός Σου.

Σώσας Χριστὲ καὶ ἀθροίσας καὶ ἐξελών, ἡμᾶς ἐξ ἐχθρῶν ἡμῶν, τοῦ καυχᾶσθαι ἠξίωσας, ἐν ταῖς Σαῖς αἰνέσεσιν, ἔθνος ἡμῶν καὶ αἰνεῖν τὸ ὄνομά Σου[53].

Θεοτοκίον.
ριον ἔδει τελέσαι τὸ θαυμαστόν, Αὑτοῦ θεῖον σχέδιον, ὑπὲρ ταύτης τῆς πόλεως, ὁ Υἱός σου Δέσποινα, ἵνα φῶς λάμψῃ Αὑτοῦ ἐν κόσμῳ πάλιν.

Κάθισμα
Ἦχος γ΄. Τὴν ὡραιότητα.
κ μάχης ῥύσῃ με, λαῶν ὡς γέγραπται, εἰς κεφαλὴν ἐθνῶν, Αὐτὸς φυλάξῃς με[54], τὸν πολυτλήμονα λαόν, ἑλλήνων τῶν ὀρθοδόξων, ὅτι οὐκ ἠσέβησα, ἀπὸ Σοῦ ἀλλ’ ἐφύλαξα, τὰς ὁδούς Σου[55] Κύριε, εἰ καὶ πλεῖστα ἡμάρτηκα· διὸ Σοὶ μετὰ πόθου κραυγάζω· Δόξα, τῷ κράτει Σου Χριστέ μου.

Δόξα. Ὅμοιον.
Εἰς γῆν ἐπέστρεψας, ἡμᾶς ἣν ἔδωκας, πατράσιν Κύριε, ἡμῶν ὡς ἵλεως, ταῖς ἁμαρτίαις τοῦ λαοῦ, γενόμενος[56] οἰκτιρμοῖς Σου. Ὅθεν περιφρούρησον, μετανοίας τοῖς τείχεσιν, πόλιν βασιλεύουσαν, ἣν ὠχύρουν οἱ ἄνακτες, Χριστὲ τοῦ ἀπερύκειν ἐφόδους, πάντων, ἐθνῶν τῶν πολεμίων.

Καὶ νῦν. Ὅμοιον.
ναζωγρήσασα, ἐν ταῖς πρεσβείαις σου, τὴν βασιλεύουσαν, πόλιν Παντάνασσα, δικτύοις ζώγρησον Χριστοῦ, τὸ γένος τῶν πολεμίων, οὐκ εἰς αἰχμαλώτισιν, ἢ τινὰ ἀνδραπόδισιν, ἀλλ’ εἰς ἐλεύθέρωσιν, ἐνοχῆς καὶ ἐπίγνωσιν, τοῦ θέλοντος ἀνθρώπους σωθῆναι, πάντας, Θεοῦ τοῦ φιλανθρώπου.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Τὸ συγκεκοπός, τὰ χρυσᾶ τὰ σκεύη τοῦ οἴκου Σου[57], ἔθνος συλητῶν καὶ τετηκός, τοὺς θησαυροὺς τοῦ οἴκου τοῦ ἄνακτος[58], κεκέρδηκεν Κύριε τὴν ἐκ θυμοῦ Σου, διὰ καπηλείαν ἀπώλειαν.

Οὐ Σοὶ θελητόν, τὰ ὁλοκαυτώματα Δέσποτα, ὥσπερ τὸ ἀκοῦσαι τῆς φωνῆς, τῆς Σῆς· ἰδοὺ λοιπὸν ἐπακρόασις, λαοῦ καὶ ἀρχόντων τε ὑπὲρ τὸ στέαρ[59], ὅτι ἁμαρτία οἰώνισμα[60].

Νέμεσις καὶ χείρ, κραταιά Σου ἔθηκεν ἄγκιστρα, ἐν μυκτῆρσι καὶ τὸν χαλινόν, ἐν μιαιφόνου ἔθνους τοῖς χείλεσι[61], ἀνθ’ ὧν ἔργων ἔπραττε Χριστὲ δολίων, πόλιν ᾑρηκὸς βασιλεύουσαν.

Θεοτοκίον.
Θρόνῳ τοῦ Χριστοῦ, μητρικῇ παρίστασαι Ἄχραντε, παῤῥησίᾳ ἱκετευτικῶς, ὑπὲρ τῆς σῆς πρεσβεύουσα πόλεως, διὸ σοὶ κραυγάζομεν εὐχαριστοῦντες· Χαῖρε Νέας Ῥώμης ἡ σώτειρα.

ᾨδὴ ε΄. Πρὸς Σὲ ὀρθρίζω.
ωννὺς ῥωμαίων ἀρχὴν Χριστὲ χριστιανῶν, τὴν ἀναφαίρετον δίδου μοι εἰρήνην, ἡ οἰκουμένη Σῶτερ Σοὶ κράζω, ἐν ᾗ με καθοδήγησον.

νειδιστάς Σου ὥσπερ Χριστὲ Σενναχηρίμ[62], ἰσμαηλίτας Σὺ ἔδωκάς μοι νῶτον[63], ὡς γὰρ ἐμὲ τὸ ἔθνος ἑλλήνων, ἐμίσουν δι’ εὐσέβειαν.

Νικήσαντός Σου ἔγνωσαν Κύριε λαοί, ὅτι οὐ δόρατι σῴζεις οὐ ῥομφαίᾳ[64], ἀλλὰ τῷ Σῷ θαυμαστῷ ἐλέει, καθ’ ὃ ἡμᾶς ἠλέησας.

Θεοτοκίον.
μοίους Κόρη τῷ Ἐζεκίᾳ[65] καὶ Δαβίδ, Θεὸν ἱκέτευε βασιλεῖς διδόναι, λαῷ τῷ Σῷ τῷ ὑπερκοσμίως, ἀεί σε μεγαλύνοντι.

ᾨδὴ στ΄. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν.
Νῦν τὴν Σὴν δουλείαν γνώσονται ἔθνη καθὼς εἶπας, καὶ δουλείαν βασιλείας τῆς γῆς[66], Ὢν γὰρ μόνος δίκαιος κληροδοτεῖς τοῖς δούλοις Σου, τὴν ἀμέριστον, βασιλείαν Σου Δέσποτα.

Τράχηλον λαοῦ Σου τὸν κεκλιμένον τοῖς δυνάσταις, ἐπειδὴ οὐκ ἠκούσαμεν, τῆς φωνῆς Σου Κύριε καὶ νόμον Σου παρέβημεν[67], πάλιν ἄζυγον, οἰκτιρμοῖς Σου κατέστησας.

ξουσι τὰ ἔθνη καὶ προσκυνήσουσιν ἐν τούτῳ, τῷ Ναῷ καὶ προσεύξονται[68], καὶ ποιήσεις Κύριε ὅσα ἄν Σε ἀλλότριος, τὸν Οἰκτίρμονα, πίστει ἐπικαλέσηται[69].

Θεοτοκίον.
Σκέπῃ σου τῇ θείᾳ περιεφρούρεις τὴν σὴν πόλιν, Στρατηγὲ ἡ Ὑπέρμαχος, μητρικῇ φροντίδι σου τὸ ἐν αὐτῇ ὑπόλειμμα, τὸ φιλόχριστον, Θεοτόκε φυλάττουσα.

Κοντάκιον
Ὴχος δ΄. Ἐπεφάνης σήμερον.
θυμώθης Κύριε ἰσμαηλίταις, σφόδρα οὓς ἀπέστησας, ἀπὸ προσώπου Σου[70] Χριστέ, καὶ τὴν ἀρχὴν ἐπανώρθωσας, καὶ βασιλείαν, ἀνάσσης τῆς πόλεως.

Εἰς τὸ Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, τῇ δευτέρᾳ τῶν προεορτίων τῆς μεγάλης πανηγύρεως καὶ ἑορτῆς τοῦ εὐσεβοῦς τῶν ἑλλήνων, ἥτοι ὀρθοδόξων ῥωμαίων, γένους ἐπὶ τῇ ἀπελευθερώσει τῆς βασιλίδος τῶν πόλεων, Κωνσταντινουπόλεως καὶ Νέας Ῥώμης, ἐκ τῶν πολυχρονίων δεσμῶν καὶ αἰχμαλωσίας εἰς ἔθνος ἰσμαηλιτῶν, μνήμην ποιούμεθα τῆς θείας ὑπὲρ αὐτῆς προνοίας, καθ’ ὅσους αἰῶνας αὕτη διέκειτο ἐν δεσμῷ δουλείας, εὐχαριστοῦντες τῷ Σωτῆρι Θεῷ διὰ τὴν ἐπανόρθωσιν τῆς θεοφιλοῦς ἀρχῆς καὶ βασιλείας ταύτης τῆς πόλεως.

Ταῖς τῶν Σῶν ἁγίων καὶ τῆς Ὑπερμάχου Στρατηγοῦ πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.


ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Βροντήσας ἐξ οὐρανοῦ ὁ Ὕψιστος ἔδωκας, φωνὴν τὴν Σὴν ὅτε ἀστραπήν, ἤστραψας Χριστὲ καὶ ἐξέστησας ἐχθρούς[71], μὴ εἰδότας ψάλλειν Σοι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

πέστρεψας ἐν ὁδῷ ᾗ ἦλθεν ἀλλότριον[72], γένος ποτὲ τὸ βαρβαρικόν, καὶ τὴν τῶν ῥωμαίων ἀνέστησας ἀρχήν, ὀρθοδόξων Κύριε, εὐλογητὸς κραζόντων Σοι, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Σημεῖον τῆς συντελείας ἣν προκατήγγειλας, ἡ Νέας Ῥώμης ἅλωσις οὐκ ἦν, ἀλλ’ ἐκ τῆς δουλείας ἡ ἄνεσις αὑτῆς, νῦν γὰρ πᾶσα γνώσεται, γῆ δόξαν ἀναπέμψαί Σοι, τῷ Θεῷ τῷ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον.
κάνωσον Θεοτόκε ἔθνος ἀνάδελφον, εἰς τὰς ἀγκάλας μιᾶς μητρός, Ἐκκλησίας πάντας λαοὺς συναγαγεῖν, ἵνα θείου τόκου σου, τῇ συγγενείᾳ Αἵματος, τέκνα γένωνται Θεοῦ τοῦ Πατρός.


ᾨδὴ η΄. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Λαοῦ Σου καὶ δούλου Σου Σῶτερ, βασιλέως ἵλεως ταῖς ἁμαρτίαις ἔσῃ, ὡς αὐτοῖς δηλώσεις ὁδόν Σου, ἀγαθὴν πορεύεσθαι, ὡς ὑπέσχου καὶ ὑετόν Σου, αὐτοῖς δώσεις[73] χάριτος.

λθὸν ἐφ’ ἡμᾶς πολεμίων, πλῆθος τὸ πολὺ οὐκ ἦν ἡμῖν τοῦ ἀντιστῆναι, πρὸς αὐτοὺς ἰσχὺς[74] ἀλλὰ θείᾳ, τοῦ Χριστοῦ ἐσώθημεν, παρεμβάσει Ὃν εὐχαρίστῳ, τῇ γνώμῃ δοξάσωμεν.

δέτωσαν πάντες ἐχθροί μου, ὅτι ἰσχυρός ἐστιν Χριστὸς τὰς ἐκδικήσεις, ὁ διδοὺς ἐμοὶ καὶ παιδεύων, τούτους ὑποκάτω μου[75], Ὃν ὑμνοῦσα πίστει δοξάζω, ἡ πόλις ἡ ἄνασσα.

Θεοτοκίον.
στέκτῳ ζυγῷ δουλωθεῖσα, κράτος βασιλείας μου ἀπώλεσα καὶ σκήπτρων, ἐστερήθην τότε ἰσχύος, Ἄχραντε ἡ πόλις σου, ἣν ἀποκατέστησας πάλιν, εἰς θρόνον τὸν ἴδιον.

ᾨδὴ θ΄. Καινὸν τὸ θαῦμα.
Σοφίας οἴκου τοῦ θεοπρεποῦς, ἀνεῴχθησαν αἱ κεκλεισμέναι πύλαι, ἐν ᾧ εἰσελθόντες σήμερον, πιστοὶ λαμπροφώνως, δοξολογίας αἶνον τῷ Σωτῆρι Θεῷ, προσάξωμεν πίστει ἐκβοῶντες· Δόξα τῷ κράτει, τῆς βασιλείας Σου Παντοδύναμε.

Σὺ ἔρχῃ πρός με εἶπεν ὁ Δαβίδ, πρὸς ἀλλόφυλον σὺν δόρατι ἀσπίδι, κἀγὼ δὲ πρὸς σὲ πορεύσομαι, ὀνόματι Κυρίου, καὶ ἀποκλείσει Οὗτός σε εἰς χεῖρα ἐμήν, καὶ οὕτως κακῶς ἀποκτενῶ σε[76]· ταῦτα ὁμοίως, ἔδει συμβῆναι καὶ τοῖς ἐχθροῖς ἡμῶν.

δούς μοι σκῆπτρον ἡγεμονικόν, καὶ διάδημα ἐπὶ τὴν κεφαλήν μου, χρυσήλατον θεὶς δυνάμεως, καὶ δόξης Χριστέ μου, τὴν ἀλουργίδα πάλιν ἀμφιέσας με, τὴν τῆς Μητρός Σου πόλιν, Οὗτος εἶπας Αὐτός, ἐμοί· Νῦν ἀπόλαβε θρόνον, οὗ ἐστερήθης, καὶ οἰκουμένῃ πάσῃ βασίλευε.

Δόξα. Τριαδικόν.
μνῶ Πατέρα Ἄναρχον Θεόν, καὶ Συνάναρχον Αὑτοῦ Υἱὸν καὶ Λόγον, καὶ Πνεῦμα Αὑτοῦ Πανάγιον· Τριὰς ἐν μονάδι, καὶ ἐν Τριάδι εἷς μοι ἐπεγνώσθη Θεός, Ὃν πίστει δοξάζω προσκυνοῦσα, Ῥώμη ἡ Νέα, ἐν οἰκουμένῃ ἡ βασιλεύουσα.

Καὶ νῦν. Θεοτοκίον.
Σκηνὴν τοῦ Λόγου ὄχημα Θεοῦ, θείαν τράπεζαν Ἐπουρανίου Ἄρτου, φωτὸς ἀνεσπέρου ἄσβεστον, λαμπάδα καὶ λύχνον, καὶ φωτεινὴν νεφέλην ἔγνωκάν σε πιστοί, οἱ σὲ προσκυνοῦντες ἐν εἰκόνι, ἀρτιφανῇ σου, Μῆτερ καὶ ᾄσμασι μεγαλύνοντες.

Ἐξαποστειλάρια

Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
ν πᾶσιν οἷς ἐπορεύου, λαέ Μου ἤμην μετὰ Σοῦ, ἐξωλοθρεύων ἐχθρούς σου, ἀπὸ προσώπου σου ἐν γῆ, ὀνομαστὸν τοῦ ποιεῖν σε[77], ἡμῖν ὁ Κύριος λέγει.

Θεοτοκίον.
ἱερὰ ἐν οἴκῳ, τούτῳ Σοφίας τοῦ Πατρός, ψήφοις πλασθεῖσα εἰκών σου, οὐ καθῃρέθη Ἀγαθή, εἰς μαρτυρίαν μερίμνης, ὑπὲρ τῆς πόλεως ταύτης.

Εἰς τοὺς Αἴνους
Ἦχος γ΄. Μεγάλη τῶν μαρτύρων Σου.

πόλαβε τὸν θρόνον σου, ἐφ’ ᾧ καὶ κάθησον, καὶ ὥσπερ θεσμοφύλαξ, τῶν θείων νόμων θέσπισμα, νομοθέτησον ὑπὲρ τῆς εὐσεβείας, ἡ πόλις τῆς Παρθένου, ἵνα ἐκ πίστεως, κόσμος εὐδοκιμήσῃ. 

Αἱ πέδες σου ἐῤῥάγησαν, καὶ ἀφῃρέθη σου, ζυγὸς ἀπὸ τραχήλου, αἰώνων πόλι ἄνασσα, ἵνα πάλιν ἀπροσκόπτως δουλεύσῃς, Χριστῷ τῷ ἐπ’ ἐσχάτων, χρόνων συντρίψαντι, ἰσχὺν τῶν σῶν τυράννων.

Εὐφράνθητε ὁμόδοξοι, λαοὶ καὶ πάροικοι· Σὺ Ῥώμη πρεσβυτέρα, τῇ ὁμωνύμῳ σύγχαιρε, ἀδελφῇ σου ἐπιστρέψασα εἰς Μίαν, Χριστοῦ τὴν Ἐκκλησίαν, ἀφ’ ἧς οὐδέποτε, κεχώρισται ἐκείνη.

γίακας τὸν οἶκόν Σου, ὃν ᾠκοδόμησεν, τοῦ θέσθαι εἰς αἰῶνας, τὸ ὄνομά Σου[78] Κύριε, βασιλεὺς τὸν Σολομῶντα ὁ νικήσας, ἀφ’ οὗ Χριστὲ μὴ ἄρῃς, ἔτι καρδίαν Σου, καὶ ὀφθαλμούς Σου[79] Σῶτερ.

Δόξα. Ἦχος πλ. δ΄.
Τί ἐστιν Κύριε τὸ θαῦμα τοῦτο, ὃ ἐποίησας ἡμῖν; τίνες οἱ λόγοι τοιαύτης δωρεᾶς; Ἠλάττωσας γὰρ τοὺς πολεμίους, καταδιαιτήσας αὐτῶν, καὶ ἐμεγάλυνας ἄνασσαν πόλιν, ἀποδιαιτήσας ἄνεσιν αὐτῇ τῶν δεσμῶν. Ἆρα οὖν ἐλήλυθεν ἡ ὥρα τῆς ὀρθοδοξίας; ἆρα γε καιρὸς τῆς τῶν ῥωμαίων βασιλείας; ἆρα καθήκουσιν ἡμέραι ἀποκαλύψεως, καὶ δέον ἐστὶ τὴν οἰκουμένην στηριχθῆναι; ἆρα ἐν τῷδε Σοῦ τῆς Ἄνω Σοφίας Ναῷ, ἀνθαμιλλήσονται ὕμνοι, ταῖς τοῦ θηρίου ὕβρεσι κατὰ Σοῦ, ἐν τῷ ὁμοιώματι τοῦ οἴκου Σολομῶντος; Ἆρα οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ Χάρις Σου, ἢ ἆρα ἐγγὺς ὁ χρόνος τῆς τῶν πάντων ἑνώσεως; Ἀλλ’ εἰ καὶ τὰ σημεῖα, τῶν καιρῶν ἑρμηνεύσωμεν, ὅμως Κύριε Σὺ μόνος πάντα οἶδας, Σὺ πάντα γιγνώσκεις, πρὸ τοῦ γενέσθαι αὐτά. Διὸ καὶ ἄγνωστοι εἰσὶν αἱ βουλαί Σου, ἀκατανόητον τὸ βάθος τῶν θαυμασίων Σου, ὧν ἐφανέρωσας ἐσχάτως ἡμῖν, τοῖς προσδεξαμένοις παρὰ Σοῦ, τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Θεοτόκε Παρθένε, ἡ Μήτηρ τοῦ βασιλέως τῆς δόξης, ὡς Στρατηγὸς ἡ Ὑπέρμαχος τῆς πόλεώς σου, ἐκ κινδύνων καὶ ἐξ ἐχθρῶν φύλαττε αὐτήν· τῇ γὰρ μητρικῇ σου πρεσβείᾳ, οἱ πάντες σῴζονται.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις



[1] Βλ. Α΄ Παραλειπομένων 17, 12.

[2] Βλ. Α΄ Παραλειπομένων 17, 14.

[3] Β΄ Βασιλειῶν 22, 2-3.

[4] Γ΄ Βασιλειῶν 8, 30.

[5] Γ΄ Βασιλειῶν 8, 47.

[6] Β΄ Βασιλειῶν 22, 15.

[7] Γ΄ Βασιλειῶν 9, 5.

[8] Β΄ Βασιλειῶν 10, 12.

[9] Α΄ Βασιλειῶν 14, 6.

[10] Δ΄ Βασιλειῶν 19, 34.

[11] Γ΄ Βασιλειῶν 8, 56.

[12] Δ΄ Βασιλειῶν 6, 18.

[13] Α΄ Παραλειπομένων 29, 12.

[14] Α΄ Βασιλειῶν 8, 5.

[15] Α΄ Βασιλειῶν 7, 14.

[16] Α΄ Βασιλειῶν 7, 13.

[17] Α΄ Παραλειπομένων 14, 11.

[18] Βλ. Α΄ Βασιλειῶν 2, 10.

[19] Βλ. Γ΄ Βασιλειῶν 8, 56.

[20] Β΄ Βασιλειῶν 22, 44.

[21] Β΄ Βασιλειῶν 22, 20.

[22] Α΄ Βασιλειῶν 2, 10.

[23] Αὐτόθι.

[24] Α΄ Βασιλειῶν 17, 47.

[25] Β΄ Παραλειπομένων 6, 40.

[26] Α΄ Βασιλειῶν 7, 2.

[27] Α΄ Βασιλειῶν 2, 10.

[28] Α΄ Βασιλειῶν 11, 13.

[29] Β΄ Βασιλειῶν 22, 19.

[30] Β΄ Βασιλειῶν 2, 7.

[31] Α΄ Βασιλειῶν 12, 15.

[32] Δ΄ Βασιλειῶν 17, 19.

[33] Δ΄ Βασιλειῶν 17, 17.

[34] Γ΄ Βασιλειῶν 9, 7.

[35] Β΄ Παραλειπομένων 20, 12.

[36] Β΄ Βασιλειῶν 10, 12.

[37] Β΄ Βασιλειῶν 10, 12.

[38] Δ΄ Βασιλειῶν 19, 34.

[39] Β΄ Παραλειπομένων 29, 5.

[40] Α΄ Βασιλειῶν 6, 21.

[41] Βλ. Δ΄ Βασιλειῶν 17, 38-39.

[42] Β΄ Παραλειπομένων 7, 16.

[43] Α΄ Βασιλειῶν 12, 22.

[44] Δ΄ Βασιλειῶν 19, 22.

[45] Ἠσαΐας 30, 15.

[46] Β΄ Βασιλειῶν 22, 3.

[47] Β΄ Βασιλειῶν 16, 12.

[48] Γ΄ Βασιλειῶν 9, 5.

[49] Αὐτόθι.

[50] Γ΄ Βασιλειῶν 8, 53.

[51] Β΄ Βασιλειῶν 22, 18.

[52] Βλ. Β΄ Βασιλειῶν 8, 29 καὶ Α΄ Βασιλειῶν 2, 10.

[53] Βλ. Α΄ Παραλειπομένων 16, 35.

[54] Β΄ Βασιλειῶν 22, 44.

[55] Β΄ Βασιλειῶν 22, 22.

[56] Γ΄ Βασιλειῶν 8, 34.

[57] Βλ. Δ΄ Βασιλειῶν 24, 13.

[58] Βλ. Γ΄ Βασιλειῶν 14, 26.

[59] Α΄ Βασιλειῶν 15, 22.

[60] Α΄ Βασιλειῶν 15, 23.

[61] Δ΄ Βασιλειῶν 19, 28.

[62] Δ΄ Βασιλειῶν 19, 18.

[63] Β΄ Βασιλειῶν 22, 39.

[64] Α΄ Βασιλειῶν 17, 47.

[65] Βλ. Δ΄ Βασιλειῶν 18, 5.

[66] Β΄ Παραλειπομένων 12, 8.

[67] Δ΄ Βασιλειῶν 18, 12.

[68] Γ΄ Βασιλειῶν 8, 42.

[69] Γ΄ Βασιλειῶν 8, 43.

[70] Δ΄ Βασιλειῶν 17, 18.

[71] Β΄ Βασιλειῶν 22, 14-15.

[72] Δ΄ Βασιλειῶν 19, 28.

[73] Γ΄ Βασιλειῶν 8, 36.

[74] Β΄ Παραλειπομένων 20, 12.

[75] Β΄ Βασιλειῶν 22, 48.

[76] Α΄ Βασιλειῶν 17, 45-46.

[77] Β΄ Βασιλειῶν 7, 9.

[78] Γ΄ Βασιλειῶν 9, 3.

[79] Βλ. αὐτόθι.

Δεν υπάρχουν σχόλια: